Wasps

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. κἀμέ γʼ ἡ πόρνη χθὲς εἰσελθόντα τῆς μεσημβρίας,
  2. ὅτι κελητίσαι ʼκέλευον, ὀξυθυμηθεῖσά μοι
  3. ἤρετʼ εἰ τὴν Ἱππίου καθίσταμαι τυραννίδα.
Βδελυκλέων
  1. ταῦτα γὰρ τούτοις ἀκούειν ἡδἔ, εἰ καὶ νῦν ἐγὼ
  2. τὸν πατέρʼ ὅτι βούλομαι τούτων ἀπαλλαχθέντα τῶν
  3. ὀρθροφοιτοσυκοφαντοδικοταλαιπώρων τρόπων
  4. ζῆν βίον γενναῖον ὥσπερ Μόρυχος, αἰτίαν ἔχω
  5. ταῦτα δρᾶν ξυνωμότης ὢν καὶ φρονῶν τυραννικά.
Φιλοκλέων
  1. νὴ Δίʼ ἐν δίκῃ γʼ· ἐγὼ γὰρ οὐδʼ ἂν ὀρνίθων γάλα
  2. ἀντὶ τοῦ βίου λάβοιμʼ ἂν οὗ με νῦν ἀποστερεῖς·