Wasps

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. ἧς ἐγὼ οὐκ ἤκουσα τοὔνομʼ οὐδὲ πεντήκοντʼ ἐτῶν·
  2. νῦν δὲ πολλῷ τοῦ ταρίχους ἐστὶν ἀξιωτέρα,
  3. ὥστε καὶ δὴ τοὔνομʼ αὐτῆς ἐν ἀγορᾷ κυλίνδεται.
  4. ἢν μὲν ὠνῆταί τις ὀρφὼς μεμβράδας δὲ μὴ ʼθέλῃ,
  5. εὐθέως εἴρηχʼ ὁ πωλῶν πλησίον τὰς μεμβράδας·
  6. ʼοʼὗτος ὀψωνεῖν ἔοιχʼ ἅνθρωπος ἐπὶ τυραννίδι.ʼ
  7. ἢν δὲ γήτειον προσαιτῇ ταῖς ἀφύαις ἥδυσμά τι,
  8. ἡ λαχανόπωλις παραβλέψασά φησι θατέρῳ·
  9. εἰπέ μοι, γήτειον αἰτεῖς· πότερον ἐπὶ τυραννίδι,
  10. ἢ νομίζεις τὰς Ἀθήνας σοὶ φέρειν ἡδύσματα;