Wasps
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- ἢ δέδοκταί μοι δέρεσθαι καὶ δέρειν διʼ ἡμέρας;
- οὐδέποτέ γʼ, οὐχ ἕως ἄν τί μου λοιπὸν ᾖ,
- ὅστις ἡμῶν ἐπὶ τυραννίδʼ ὧδʼ ἐστάλης.
- ὡς ἅπανθʼ ὑμῖν τυραννίς ἐστι καὶ ξυνωμόται,
- ἤν τε μεῖζον ἤν τʼ ἔλαττον πρᾶγμά τις κατηγορῇ,
- ἧς ἐγὼ οὐκ ἤκουσα τοὔνομʼ οὐδὲ πεντήκοντʼ ἐτῶν·
- νῦν δὲ πολλῷ τοῦ ταρίχους ἐστὶν ἀξιωτέρα,
- ὥστε καὶ δὴ τοὔνομʼ αὐτῆς ἐν ἀγορᾷ κυλίνδεται.
- ἢν μὲν ὠνῆταί τις ὀρφὼς μεμβράδας δὲ μὴ ʼθέλῃ,
- εὐθέως εἴρηχʼ ὁ πωλῶν πλησίον τὰς μεμβράδας·
- ʼοʼὗτος ὀψωνεῖν ἔοιχʼ ἅνθρωπος ἐπὶ τυραννίδι.ʼ
- ἢν δὲ γήτειον προσαιτῇ ταῖς ἀφύαις ἥδυσμά τι,
- ἡ λαχανόπωλις παραβλέψασά φησι θατέρῳ·
- εἰπέ μοι, γήτειον αἰτεῖς· πότερον ἐπὶ τυραννίδι,
- ἢ νομίζεις τὰς Ἀθήνας σοὶ φέρειν ἡδύσματα;