Wasps
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- κἀμέ γʼ ἡ πόρνη χθὲς εἰσελθόντα τῆς μεσημβρίας,
- ὅτι κελητίσαι ʼκέλευον, ὀξυθυμηθεῖσά μοι
- ἤρετʼ εἰ τὴν Ἱππίου καθίσταμαι τυραννίδα.
- ταῦτα γὰρ τούτοις ἀκούειν ἡδἔ, εἰ καὶ νῦν ἐγὼ
- τὸν πατέρʼ ὅτι βούλομαι τούτων ἀπαλλαχθέντα τῶν
- ὀρθροφοιτοσυκοφαντοδικοταλαιπώρων τρόπων
- ζῆν βίον γενναῖον ὥσπερ Μόρυχος, αἰτίαν ἔχω
- ταῦτα δρᾶν ξυνωμότης ὢν καὶ φρονῶν τυραννικά.
- νὴ Δίʼ ἐν δίκῃ γʼ· ἐγὼ γὰρ οὐδʼ ἂν ὀρνίθων γάλα
- ἀντὶ τοῦ βίου λάβοιμʼ ἂν οὗ με νῦν ἀποστερεῖς·
- οὐδὲ χαίρω βατίσιν οὐδʼ ἐγχέλεσιν, ἀλλʼ ἥδιον ἄν
- δικίδιον σμικρὸν φάγοιμʼ ἂν ἐν λοπάδι πεπνιγμένον.
- νὴ Δίʼ εἰθίσθης γὰρ ἥδεσθαι τοιούτοις πράγμασιν·
- ἀλλʼ ἐὰν σιγῶν ἀνάσχῃ καὶ μάθῃς ἁγὼ λέγω,
- ἀναδιδάξειν οἴομαί σʼ ὡς πάντα ταῦθʼ ἁμαρτάνεις.