Wasps
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- οὔτε τινʼ ἔχων πρόφασιν
- οὔτε λόγον εὐτράπελον,
- αὐτὸς ἄρχων μόνος;
- ἔσθʼ ὅπως ἄνευ μάχης καὶ τῆς κατοξείας βοῆς
- ἐς λόγους ἔλθοιμεν ἀλλήλοισι καὶ διαλλαγάς;
- σοὐς λόγους ὦ μισόδημε καὶ μοναρχίας ἐραστά,
- καὶ ξυνὼν Βρασίδᾳ καὶ φορῶν κράσπεδα
- στεμμάτων τήν θʼ ὑπήνην ἄκουρον τρέφων;
- νὴ Δίʼ ἦ μοι κρεῖττον ἐκστῆναι τὸ παράπαν τοῦ πατρὸς
- μᾶλλον ἢ κακοῖς τοσούτοις ναυμαχεῖν ὁσημέραι.
- οὐδὲ μὴν οὐδʼ ἐν σελίνῳ σοὐστὶν οὐδʼ ἐν πηγάνῳ·
- τοῦτο γὰρ παρεμβαλοῦμεν τῶν τριχοινίκων ἐπῶν.
- ἀλλὰ νῦν μὲν οὐδὲν ἀλγεῖς, ἀλλʼ ὅταν ξυνήγορος
- ταὐτὰ ταῦτα σου καταντλῇ καὶ ξυνωμότας καλῇ.
- ἆρʼ ἂν ὦ πρὸς τῶν θεῶν ὑμεῖς ἀπαλλαχθεῖτέ μου;