Wasps

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. θεῖτε καὶ βοᾶτε, καὶ Κλέωνι ταῦτʼ ἀγγέλλετε,
  2. καὶ κελεύετʼ αὐτὸν ἥκειν
  3. ὡς ἐπʼ ἄνδρα μισόπολιν
  4. ὄντα κἀπολούμενον, ὅτι
  5. τόνδε λόγον ἐσφέρει,
  6. μὴ δικάζειν δίκας.
Βδελυκλέων
  1. ὦγαθοὶ τὸ πρᾶγμʼ ἀκούσατʼ, ἀλλὰ μὴ κεκράγετε.
Χορός
  1. νὴ Δίʼ ἐς τὸν οὐρανόν γʼ.
Βδελυκλέων
  1. ὡς τοῦδʼ ἐγὼ οὐ μεθήσομαι.
Χορός
  1. ταῦτα δῆτʼ οὐ δεινὰ καὶ τυραννίς ἐστιν ἐμφανής;
  2. ὦ πόλις καὶ Θεώρου θεοισεχθρία,
  3. κεἴ τις ἄλλος προέστηκεν ἡμῶν κόλαξ.
Ξανθίας
  1. Ἡράκλεις καὶ κέντρʼ ἔχουσιν. οὐχ ὁρᾷς ὦ δέσποτα;
Βδελυκλέων
  1. οἷς γʼ ἀπώλεσαν Φίλιππον ἐν δίκῃ τὸν Γοργίου.
Χορός
  1. καὶ σέ γʼ αὐτοῖς ἐξολοῦμεν· ἀλλὰ πᾶς ἐπίστρεφε