Wasps

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. μῶν ὁ γέρων πῃ διαδύεται αὖ;
Βδελυκλέων
  1. μὰ Δίʼ οὐ δῆτʼ, ἀλλὰ καθιμᾷ
  2. αὑτὸν δήσας.
Ξανθίας
  1. ὦ μιαρώτατε τί ποιεῖς; οὐ μὴ καταβήσει;
Βδελυκλέων
  1. ἀνάβαινʼ ἀνύσας κατὰ τὴν ἑτέραν καὶ ταῖσιν φυλλάσι παῖε,
  2. ἤν πως πρύμνην ἀνακρούσηται πληγεὶς ταῖς εἰρεσιώναις.
Φιλοκλέων
  1. οὐ ξυλλήψεσθʼ ὁπόσοισι δίκαι τῆτες μέλλουσιν ἔσεσθαι,
  2. ὦ Σμικυθίων καὶ Τεισιάδη καὶ Χρήμων καὶ Φερέδειπνε;
  3. πότε δʼ, εἰ μὴ νῦν, ἐπαρήξετέ μοι, πρίν μʼ εἴσω μᾶλλον ἄγεσθαι;
Χορός
  1. εἰπέ μοι τί μέλλομεν κινεῖν ἐκείνην τὴν χολήν,
  2. ἥνπερ, ἡνίκʼ ἄν τις ἡμῶν ὀργίσῃ τὴν σφηκιάν;
  3. νῦν ἐκεῖνο νῦν ἐκεῖνο
  4. τοὐξύθυμον, ᾧ κολαζόμεσθα,
  5. κέντρον †ἐντέτατʼ ὀξύ†.
  6. ἀλλὰ θαἰμάτια βαλόντες ὡς τάχιστα, παιδία,