Wasps

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. δεῦρο κἀξείρας τὸ κέντρον εἶτʼ ἐπʼ αὐτὸν ἵεσο,
  2. ξυσταλεὶς εὔτακτος ὀργῆς καὶ μένους ἐμπλήμενος,
  3. ὡς ἂν εὖ εἰδῇ τὸ λοιπὸν σμῆνος οἷον ὤργισεν.
Ξανθίας
  1. τοῦτο μέντοι δεινὸν ἤδη νὴ Δίʼ, εἰ μαχούμεθα·
  2. ὡς ἔγωγʼ αὐτῶν ὁρῶν δέδοικα τὰς ἐγκεντρίδας.
Χορός
  1. ἀλλʼ ἀφίει τὸν ἄνδρʼ· εἰ δὲ μή, φήμʼ ἐγὼ
  2. τὰς χελώνας μακαριεῖν σε τοῦ δέρματος.
Φιλοκλέων
  1. εἶά νυν ὦ ξυνδικασταὶ σφῆκες ὀξυκάρδιοι,
  2. οἱ μὲν ἐς τὸν πρωκτὸν αὐτῶν ἐσπέτεσθʼ ὠργισμένοι,
  3. οἱ δὲ τὠφθαλμὼ κύκλῳ κεντεῖτε καὶ τοὺς δακτύλους.
Βδελυκλέων
  1. ὦ Μίδα καὶ Φρὺξ βοήθει δεῦρο καὶ Μασιντύα,
  2. καὶ λάβεσθε τουτουὶ καὶ μὴ μεθῆσθε μηδενί·
  3. εἰ δὲ μή, ʼν πέδαις παχείαις οὐδὲν ἀριστήσετε.
  4. ὡς ἐγὼ πολλῶν ἀκούσας οἶδα θρίων τὸν ψόφον.
Χορός
  1. εἰ δὲ μὴ τοῦτον μεθήσεις, ἔν τί σοι παγήσεται.