Wasps
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- ἀμυνοῦμέν σοι τὸν πρινώδη θυμὸν ἅπαντες καλέσαντες
- ὥστʼ οὐ δυνατόν σʼ εἵργειν ἔσται· τοιαῦτα ποιήσομεν ἡμεῖς.
- δράσω τοίνυν ὑμῖν πίσυνος, καὶ — μανθάνετʼ; — ἤν τι πάθω ʼγώ,
- ἀνελόντες καὶ κατακλαύσαντες θεῖναί μʼ ὑπὸ τοῖσι δρυφάκτοις.
- οὐδὲν πείσει· μηδὲν δείσῃς. ἀλλʼ ὦ βέλτιστε καθίει
- σαυτὸν θαρρῶν κἀπευξάμενος τοῖσι πατρῴοισι θεοῖσιν.
- ὦ Λύκε δέσποτα, γείτων ἥρως· σὺ γὰρ οἷσπερ ἐγὼ κεχάρησαι,
- τοῖς δακρύοισιν τῶν φευγόντων ἀεὶ καὶ τοῖς ὀλοφυρμοῖς·
- ᾤκησας γοῦν ἐπίτηδες ἰὼν ἐνταῦθʼ ἵνα ταῦτʼ ἀκροῷο,
- κἀβουλήθης μόνος ἡρώων παρὰ τὸν κλάοντα καθῆσθαι.
- ἐλέησον καὶ σῶσον νυνὶ τὸν σαυτοῦ πλησιόχωρον·
- κοὐ μή ποτέ σου παρὰ τὰς κάννας οὐρήσω μηδʼ ἀποπάρδω.
- οὗτος ἐγείρου.
- τί τὸ πρᾶγμʼ;
- ὥσπερ φωνή μέ τις ἐγκεκύκλωται.