Wasps
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- ταῦτα μὲν πρὸς ἀνδρός ἐστʼ ἄνοντος ἐς σωτηρίαν.
- ἀλλʼ ἔπαγε τὴν γνάθον.
- διατέτρωκται τοῦτό γʼ. ἀλλὰ μὴ βοᾶτε μηδαμῶς,
- ἀλλὰ τηρώμεσθʼ ὅπως μὴ Βδελυκλέων αἰσθήσεται.
- μηδὲν ὦ τᾶν δέδιθι, μηδέν·
- ὡς ἐγὼ τοῦτόν γʼ, ἐὰν γρύξῃ
- τι, ποιήσω δακεῖν τὴν
- καρδίαν καὶ τὸν περὶ ψυχῆς
- δρόμον δραμεῖν, ἵνʼ εἰδῇ
- μὴ πατεῖν τὰ
- τοῖν θεοῖν ψηφίσματα.
- ἀλλʼ ἐξάψας διὰ τῆς θυρίδος τὸ καλῴδιον εἶτα καθίμα
- δήσας σαυτὸν καὶ τὴν ψυχὴν ἐμπλησάμενος Διοπείθους.
- ἄγε νυν, ἢν αἰσθομένω τούτω ζητῆτόν μʼ ἐσκαλαμᾶσθαι
- κἀνασπαστὸν ποιεῖν εἴσω, τί ποιήσετε; φράζετε νυνί.