Wasps

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. ἵεις σαυτὸν κατὰ τοῦ τείχους ταχέως, ὅτε Νάξος ἑάλω.
Φιλοκλέων
  1. οἶδʼ· ἀλλὰ τί τοῦτʼ; οὐδὲν γὰρ τοῦτʼ ἐστὶν ἐκείνῳ προσόμοιον.
  2. ἥβων γὰρ κἀδυνάμην κλέπτειν, ἴσχυόν τʼ αὐτὸς ἐμαυτοῦ,
Φιλοκλέων
  1. κοὐδείς μʼ ἐφύλαττʼ, ἀλλʼ ἐξῆν μοι
  2. φεύγειν ἀδεῶς. νῦν δὲ ξὺν ὅπλοις
  3. ἄνδρες ὁπλῖται διαταξάμενοι
  4. κατὰ τὰς διόδους σκοπιωροῦνται,
  5. τὼ δὲ δύʼ αὐτῶν ἐπὶ ταῖσι θύραις
  6. ὥσπερ με γαλῆν κρέα κλέψασαν
  7. τηροῦσιν ἔχοντʼ ὀβελίσκους.
Χορός
  1. ἀλλὰ καὶ νῦν ἐκπόριζε
  2. μηχανὴν ὅπως τάχισθʼ· ἕως
  3. γάρ, ὦ μελίττιον.
Φιλοκλέων
  1. διατραγεῖν τοίνυν κράτιστόν ἐστί μοι τὸ δίκτυον.
  2. ἡ δέ μοι Δίκτυννα συγγνώμην ἔχοι τοῦ δικτύου.