Wasps

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. ἦ μὴν πολὺ δριμύτατός γʼ ἦν τῶν παρʼ ἡμῖν,
  2. καὶ μόνος οὐκ ἂν ἐπείθετʼ,
  3. ἀλλʼ ὁπότʼ ἀντιβολοίη
  4. τις, κάτω κύπτων ἂν οὕτω
  5. λίθον ἕψεις, ἔλεγεν.
Χορός
  1. τάχα δʼ ἂν διὰ τὸν χθιζινὸν ἄνθρωπον, ὃς ἡμᾶς διεδύετʼ
  2. ἐξαπατῶν καὶ λέγων
  3. ὡς φιλαθήναιος ἦν καὶ
  4. τἀν Σάμῳ πρῶτος κατείποι,
  5. διὰ τοῦτʼ ὀδυνηθεὶς
  6. εἶτʼ ἴσως κεῖται πυρέττων.
  7. ἔστι γὰρ τοιοῦτος ἁνήρ.
  8. ἀλλʼ ὦγάθʼ ἀνίστασο μηδʼ οὕτω σεαυτὸν
  9. ἔσθιε μηδʼ ἀγανάκτει.
  10. καὶ γὰρ ἀνὴρ παχὺς ἥκει