Wasps

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. ὕδωρ γενέσθαι κἀπιπνεῦσαι βόρειον αὐτοῖς.
  2. τί χρῆμʼ ἄρʼ οὑκ τῆς οἰκίας τῆσδε συνδικαστὴς
  3. πέπονθεν, ὡς οὐ φαίνεται δεῦρο πρὸς τὸ πλῆθος;
  4. οὐ μὴν πρὸ τοῦ γʼ ἐφολκὸς ἦν, ἀλλὰ πρῶτος ἡμῶν
  5. ἡγεῖτʼ ἂν ᾄδων Φρυνίχου· καὶ γάρ ἐστιν ἁνὴρ
  6. φιλῳδός. ἀλλά μοι δοκεῖ στάντας ἐνθάδʼ ὦνδρες
  7. ᾄδοντας αὐτὸν ἐκκαλεῖν, ἤν τί πως ἀκούσας
  8. τοὐμοῦ μέλους ὑφʼ ἡδονῆς ἑρπύσῃ θύραζε.
Χορός
  1. τί ποτʼ οὐ πρὸ θυρῶν φαίνετʼ ἄρʼ ἡμῖν ὁ γέρων οὐδʼ ὑπακούει;
  2. μῶν ἀπολώλεκε τὰς
  3. ἐμβάδας, ἢ προσέκοψʼ ἐν
  4. τῷ σκότῳ τὸν δάκτυλόν που,
  5. εἶτʼ ἐφλέγμηνεν αὐτοῦ
  6. τὸ σφυρὸν γέροντος ὄντος;
  7. καὶ τάχʼ ἂν βουβωνιῴη.