Wasps

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. τῶν προδόντων τἀπὶ Θρᾴκης·
  2. ὃν ὅπως ἐγχυτριεῖς.
  3. ὕπαγʼ ὦ παῖ ὕπαγε.
Παίς
  1. ἐθελήσεις τί μοι οὖν ὦ
  2. πάτερ, ἤν σού τι δεηθῶ;
Χορός
  1. πάνυ γʼ ὦ παιδίον. ἀλλʼ εἰπέ,
  2. τί βούλει με πρίασθαι
  3. καλόν; οἶμαι δέ σʼ ἐρεῖν ἀστραγάλους
  4. δήπουθεν ὦ παῖ.
Παίς
  1. μὰ Δίʼ ἀλλʼ ἰσχάδας ὦ παππία·
  2. ἥδιον γάρ.
Χορός
  1. οὐκ ἂν
  2. μὰ Δίʼ, εἰ κρέμαισθέ γʼ ὑμεῖς.
Παίς
  1. μὰ Δίʼ οὔ τἄρα προπέμψω σε τὸ λοιπόν.
Χορός
  1. ἀπὸ γὰρ τοῦδέ με τοῦ μισθαρίου