Wasps
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- κοὐκ ἔσθʼ ὅπως οὐχ ἡμερῶν τεττάρων τὸ πλεῖστον
- ὕδωρ ἀναγκαίως ἔχει τὸν θεὸν ποιῆσαι.
- ἔπεισι γοῦν τοῖσιν λύχνοις οὑτοιὶ μύκητες·
- φιλεῖ δʼ, ὅταν τοῦτʼ ᾖ, ποιεῖν ὑετὸν μάλιστα.
- δεῖται δὲ καὶ τῶν καρπίμων ἅττα μή ʼστι πρῷα
- ὕδωρ γενέσθαι κἀπιπνεῦσαι βόρειον αὐτοῖς.
- τί χρῆμʼ ἄρʼ οὑκ τῆς οἰκίας τῆσδε συνδικαστὴς
- πέπονθεν, ὡς οὐ φαίνεται δεῦρο πρὸς τὸ πλῆθος;
- οὐ μὴν πρὸ τοῦ γʼ ἐφολκὸς ἦν, ἀλλὰ πρῶτος ἡμῶν
- ἡγεῖτʼ ἂν ᾄδων Φρυνίχου· καὶ γάρ ἐστιν ἁνὴρ