Wasps
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- οὔκ, ἀλλὰ τῳδί μοι δοκῶ τὸν λύχνον προβύσειν.
- τί δὴ μαθὼν τῷ δακτύλῳ τὴν θρυαλλίδʼ ὠθεῖς,
- καὶ ταῦτα τοὐλαίου σπανίζοντος ὦνόητε;
- οὐ γὰρ δάκνει σʼ, ὅταν δέῃ τίμιον πρίασθαι.
- εἰ νὴ Δίʼ αὖθις κονδύλοις νουθετήσεθʼ ἡμᾶς,
- ἀποσβέσαντες τοὺς λύχνους ἄπιμεν οἴκαδʼ αὐτοί·
- κἄπειτʼ ἴσως ἐν τῷ σκότῳ τουτουὶ στερηθεὶς
- τὸν πηλὸν ὥσπερ ἀτταγᾶς τυρβάσεις βαδίζων.
- ἦ μὴν ἐγὼ σοῦ χἀτέρους μείζονας κολάζω.
- ἀλλʼ οὑτοσί μοι βόρβορος φαίνεται πατοῦντι·