Wasps
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- φιλῳδός. ἀλλά μοι δοκεῖ στάντας ἐνθάδʼ ὦνδρες
- ᾄδοντας αὐτὸν ἐκκαλεῖν, ἤν τί πως ἀκούσας
- τοὐμοῦ μέλους ὑφʼ ἡδονῆς ἑρπύσῃ θύραζε.
- τί ποτʼ οὐ πρὸ θυρῶν φαίνετʼ ἄρʼ ἡμῖν ὁ γέρων οὐδʼ ὑπακούει;
- μῶν ἀπολώλεκε τὰς
- ἐμβάδας, ἢ προσέκοψʼ ἐν
- τῷ σκότῳ τὸν δάκτυλόν που,
- εἶτʼ ἐφλέγμηνεν αὐτοῦ
- τὸ σφυρὸν γέροντος ὄντος;
- καὶ τάχʼ ἂν βουβωνιῴη.