Wasps

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. ἀλλʼ ἐγκονῶμεν ὦνδρες, ὡς ἔσται Λάχητι νυνί·
  2. σίμβλον δέ φασι χρημάτων ἔχειν ἅπαντες αὐτόν.
  3. χθὲς οὖν Κλέων ὁ κηδεμὼν ἡμῖν ἐφεῖτʼ ἐν ὥρᾳ
  4. ἥκειν ἔχοντας ἡμερῶν ὀργὴν τριῶν πονηρὰν
  5. ἐπʼ αὐτόν, ὡς κολωμένους ὧν ἠδίκησεν. ἀλλὰ
  6. σπεύδωμεν ὦνδρες ἥλικες πρὶν ἡμέραν γενέσθαι.
  7. χωρῶμεν ἅμα τε τῷ λύχνῳ πάντῃ διασκοπῶμεν,
  8. μή που λίθος τις ἐμποδὼν ἡμᾶς κακόν τι δράσῃ.
Παίς
  1. τὸν πηλὸν ὦ πάτερ πάτερ τουτονὶ φύλαξαι.
Χορός
  1. κάρφος χαμᾶθέν νυν λαβὼν τὸν λύχνον πρόμυξον.