Wasps
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- χώρει πρόβαινʼ ἐρρωμένως. ὦ Κωμία βραδύνεις.
- μὰ τὸν Δίʼ οὐ μέντοι πρὸ τοῦ γʼ, ἀλλʼ ἦσθʼ ἱμὰς κύνειος·
- νυνὶ δὲ κρείττων ἐστί σου Χαρινάδης βαδίζειν.
- ὦ Στρυμόδωρε Κονθυλεῦ, βέλτιστε συνδικαστῶν,
- Εὐεργίδης ἆρʼ ἐστί που ʼνταῦθʼ ἢ Χάβης ὁ Φλυεύς;
- πάρεσθʼ ὃ δὴ λοιπόν γʼ ἔτʼ ἐστίν, ἀππαπαῖ παπαιάξ,
- ἥβης ἐκείνης ἡνίκʼ ἐν Βυζαντίῳ ξυνῆμεν
- φρουροῦντʼ ἐγώ τε καὶ σύ· κᾆτα περιπατοῦντε νύκτωρ
- τῆς ἀρτοπώλιδος λαθόντʼ ἐκλέψαμεν τὸν ὅλμον,
- κᾆθʼ ἥψομεν τοῦ κορκόρου κατασχίσαντες αὐτόν.