Wasps
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- οἷς ἐκκαλοῦνται τοῦτον.
- οὐκοῦν, ἢν δέῃ,
- ἤδη ποτʼ αὐτοὺς τοῖς λίθοις βαλλήσομεν.
- ἀλλʼ ὦ πόνηρε τὸ γένος ἤν τις ὀργίσῃ
- τὸ τῶν γερόντων, ἔσθʼ ὅμοιον σφηκιᾷ.
- ἔχουσι γὰρ καὶ κέντρον ἐκ τῆς ὀσφύος
- ὀξύτατον, ᾧ κεντοῦσι, καὶ κεκραγότες
- πηδῶσι καὶ βάλλουσιν ὥσπερ φέψαλοι.
- μὴ φροντίσῃς· ἐὰν ἐγὼ λίθους ἔχω,
- πολλῶν δικαστῶν σφηκιὰν διασκεδῶ.