Wasps

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. κοὐκ ἔσθʼ ὅπως διαδὺς ἂν ἡμᾶς ἔτι λάθοι,
  2. τί οὐκ ἀπεκοιμήθημεν ὅσον ὅσον στίλην;
Βδελυκλέων
  1. ἀλλʼ ὦ πόνηρʼ ἥξουσιν ὀλίγον ὕστερον
  2. οἱ ξυνδικασταὶ παρακαλοῦντες τουτονὶ
  3. τὸν πατέρα.
Σωσίας
  1. τίλέγεις; ἀλλὰ νῦν γʼ ὄρθρος βαθύς.
Βδελυκλέων
  1. νὴ τὸν Δίʼ, ὀψὲ γοῦν ἀνεστήκασι νῦν.
  2. ὡς ἀπὸ μέσων νυκτῶν γε παρακαλοῦσʼ ἀεί,
  3. λύχνους ἔχοντες καὶ μινυρίζοντες μέλη
  4. ἀρχαῖα μελισιδωνοφρυνιχήρατα,