Wasps
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- οἴμοι δείλαιος·
- πόθεν ποτʼ ἐμπέπτωκέ μοι τὸ βωλίον;
- ἴσως ἄνωθεν μῦς ἐνέβαλέ σοί ποθεν.
- μῦς; οὐ μὰ Δίʼ ἀλλʼ ὑποδυόμενός τις οὑτοσὶ
- ὑπὸ τῶν κεραμίδων ἡλιαστὴς ὀροφίας.
- οἴμοι κακοδαίμων, στροῦθος ἁνὴρ γίγνεται·
- ἐκπτήσεται. ποῦ ποῦ ʼστί μοι τὸ δίκτυον;
- σοῦ σοῦ, πάλιν σοῦ. νὴ Δίʼ ἦ μοι κρεῖττον ἦν
- τηρεῖν Σκιώνην ἀντὶ τούτου τοῦ πατρός.
- ἄγε νυν, ἐπειδὴ τουτονὶ σεσοβήκαμεν,