Wasps
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- μετὰ τοῦτʼ ἐκορυβάντιζʼ, ὁ δʼ αὐτῷ τυμπάνῳ
- ᾄξας ἐδίκαζεν ἐς τὸ καινὸν ἐμπεσών.
- ὅτε δῆτα ταύταις ταῖς τελεταῖς οὐκ ὠφέλει,
- διέπλευσεν εἰς Αἴγιναν, εἶτα ξυλλαβὼν
- νύκτωρ κατέκλινεν αὐτὸν εἰς Ἀσκληπιοῦ,
- ὁ δʼ ἀνεφάνη κνεφαῖος ἐπὶ τῇ κιγκλίδι.
- ἐντεῦθεν οὐκέτʼ αὐτὸν ἐξεφρίεμεν,
- ὁ δʼ ἐξεδίδρασκε διά τε τῶν ὑδρορροῶν
- καὶ τῶν ὀπῶν· ἡμεῖς δʼ ὅσʼ ἦν τετρημένα
- ἐνεβύσαμεν ῥακίοισι κἀπακτώσαμεν,
- ὁ δʼ ὡσπερεὶ κολοιὸς αὑτῷ παττάλους
- ἐνέκρουεν ἐς τὸν τοῖχον, εἶτʼ ἐξήλλετο.
- ἡμεῖς δὲ τὴν αὐλὴν ἅπασαν δικτύοις
- καταπετάσαντες ἐν κύκλῳ φυλάττομεν.
- ἔστιν δʼ ὄνομα τῷ μὲν γέροντι Φιλοκλέων