Wasps
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- ναὶ μὰ Δία, τῷ δʼ υἱεῖ γε τῳδὶ Βδελυκλέων,
- ἔχων τρόπους φρυαγμοσεμνάκους τίνας.
- ὦ Ξανθία καὶ Σωσία, καθεύδετε;
- οἴμοι.
- τί ἔστι;
- Βδελυκλέων ἀνίσταται.
- οὐ περιδραμεῖται σφῷν ταχέως δεῦρʼ ἅτερος;
- ὁ γὰρ πατὴρ ἐς τὸν ἰπνὸν εἰσελήλυθε
- καὶ μυσπολεῖ τι καταδεδυκώς. ἀλλʼ ἄθρει
- κατὰ τῆς πυέλου τὸ τρῆμʼ ὅπως μὴ ʼκδύσεται·
- σὺ δὲ τῇ θύρᾳ πρόσκεισο.
- ταῦτʼ ὦ δέσποτα.
- ἄναξ Πόσειδον τί ποτʼ ἄρʼ ἡ κάπνη ψοφεῖ;
- οὗτος τίς εἶ σύ;
- καπνὸς ἔγωγʼ ἐξέρχομαι.