Wasps

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. κἄπειτʼ ἐκεῖσʼ ἐλθὼν προκαθεύδει πρῲ πάνυ,
  2. ὥσπερ λεπὰς προσεχόμενος τῷ κίονι.
  3. ὑπὸ δυσκολίας δʼ ἅπασι τιμῶν τὴν μακρὰν
  4. ὥσπερ μέλιττʼ ἢ βομβυλιὸς εἰσέρχεται
  5. ὑπὸ τοῖς ὄνυξι κηρὸν ἀναπεπλασμένος.
  6. ψήφων δὲ δείσας μὴ δεηθείη ποτέ,
  7. ἵνʼ ἔχοι δικάζειν, αἰγιαλὸν ἔνδον τρέφει.
  8. τοιαῦτʼ ἀλύει· νουθετούμενος δʼ ἀεὶ
  9. μᾶλλον δικάζει. τοῦτον οὖν φυλάττομεν
  10. μοχλοῖσιν ἐνδήσαντες, ὡς ἂν μὴ ʼξίῃ.
  11. ὁ γὰρ υἱὸς αὐτοῦ τὴν νόσον βαρέως φέρει.
  12. καὶ πρῶτα μὲν λόγοισι παραμυθούμενος
  13. ἀνέπειθεν αὐτὸν μὴ φορεῖν τριβώνιον
  14. μηδʼ ἐξιέναι θύραζʼ, ὁ δʼ οὐκ ἐπείθετο.
  15. εἶτʼ αὐτὸν ἀπέλου κἀκάθαιρʼ, ὁ δʼ οὐ μάλα.