Clouds
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- Φίλων ἀδικεῖς· ἔλαυνε τὸν σαυτοῦ δρόμον.
- τοῦτʼ ἔστι τουτὶ τὸ κακὸν ὅ μʼ ἀπολώλεκεν·
- ὀνειροπολεῖ γὰρ καὶ καθεύδων ἱππικήν.
- πόσους δρόμους ἐλᾷ τὰ πολεμιστήρια;
- ἐμὲ μὲν σὺ πολλοὺς τὸν πατέρʼ ἐλαύνεις δρόμους.
- ἀτὰρ τί χρέος ἔβα με μετὰ τὸν Πασίαν;
- τρεῖς μναῖ διφρίσκου καὶ τροχοῖν Ἀμυνίᾳ.
- ἄπαγε τὸν ἵππον ἐξαλίσας οἴκαδε.
- ἀλλʼ ὦ μέλʼ ἐξήλικας ἐμέ γʼ ἐκ τῶν ἐμῶν,
- ὅτε καὶ δίκας ὤφληκα χἄτεροι τόκου
- ἐνεχυράσεσθαί φασιν.
- ἐτεὸν ὦ πάτερ
- τί δυσκολαίνεις καὶ στρέφει τὴν νύχθʼ ὅλην;
- δάκνει μὲ δήμαρχός τις ἐκ τῶν στρωμάτων.
- ἔασον ὦ δαιμόνιε καταδαρθεῖν τί με.
- σὺ δʼ οὖν κάθευδε· τὰ δὲ χρέα ταῦτʼ ἴσθʼ ὅτι
- ἐς τὴν κεφαλὴν ἅπαντα τὴν σὴν τρέψεται.
- φεῦ.
- εἴθʼ ὤφελʼ ἡ προμνήστριʼ ἀπολέσθαι κακῶς,