Clouds
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- ἀπόλοιο δῆτʼ ὦ πόλεμε πολλῶν οὕνεκα,
- ὅτʼ οὐδὲ κολάσʼ ἔξεστί μοι τοὺς οἰκέτας.
- ἀλλʼ οὐδʼ ὁ χρηστὸς οὑτοσὶ νεανίας
- ἐγείρεται τῆς νυκτός, ἀλλὰ πέρδεται
- ἐν πέντε σισύραις ἐγκεκορδυλημένος.
- ἀλλʼ εἰ δοκεῖ ῥέγκωμεν ἐγκεκαλυμμένοι.
- ἀλλʼ οὐ δύναμαι δείλαιος εὕδειν δακνόμενος
- ὑπὸ τῆς δαπάνης καὶ τῆς φάτνης καὶ τῶν χρεῶν
- διὰ τουτονὶ τὸν υἱόν. ὁ δὲ κόμην ἔχων
- ἱππάζεταί τε καὶ ξυνωρικεύεται
- ὀνειροπολεῖ θʼ ἵππους· ἐγὼ δʼ ἀπόλλυμαι
- ὁρῶν ἄγουσαν τὴν σελήνην εἰκάδας·
- οἱ γὰρ τόκοι χωροῦσιν. ἅπτε παῖ λύχνον,
- κἄκφερε τὸ γραμματεῖον, ἵνʼ ἀναγνῶ λαβὼν
- ὁπόσοις ὀφείλω καὶ λογίσωμαι τοὺς τόκους.
- φέρʼ ἴδω τί ὀφείλω; δώδεκα μνᾶς Πασίᾳ.
- τοῦ δώδεκα μνᾶς Πασίᾳ; τί ἐχρησάμην;
- ὅτʼ ἐπριάμην τὸν κοππατίαν. οἴμοι τάλας,
- εἴθʼ ἐξεκόπην πρότερον τὸν ὀφθαλμὸν λίθῳ.