Clouds
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- ἥτις με γῆμʼ ἐπῆρε τὴν σὴν μητέρα·
- ἐμοὶ γὰρ ἦν ἄγροικος ἥδιστος βίος
- εὐρωτιῶν, ἀκόρητος, εἰκῇ κείμενος,
- βρύων μελίτταις καὶ προβάτοις καὶ στεμφύλοις.
- ἔπειτʼ ἔγημα Μεγακλέους τοῦ Μεγακλέους
- ἀδελφιδῆν ἄγροικος ὢν ἐξ ἄστεως,
- σεμνὴν τρυφῶσαν ἐγκεκοισυρωμένην.
- ταύτην ὅτʼ ἐγάμουν, συγκατεκλινόμην ἐγὼ
- ὄζων τρυγὸς τρασιᾶς ἐρίων περιουσίας,
- ἡ δʼ αὖ μύρου κρόκου καταγλωττισμάτων,
- δαπάνης λαφυγμοῦ Κωλιάδος Γενετυλλίδος.
- οὐ μὴν ἐρῶ γʼ ὡς ἀργὸς ἦν, ἀλλʼ ἐσπάθα.
- ἐγὼ δʼ ἂν αὐτῇ θοἰμάτιον δεικνὺς τοδὶ
- πρόφασιν ἔφασκον, ὦ γύναι λίαν σπαθᾷς.
- ἔλαιον ἡμῖν οὐκ ἔνεστʼ ἐν τῷ λύχνῳ.
- οἴμοι· τί γάρ μοι τὸν πότην ἧπτες λύχνον;
- δεῦρʼ ἔλθʼ ἵνα κλάῃς.
- διὰ τί δῆτα κλαύσομαι;
- ὅτι τῶν παχειῶν ἐνετίθεις θρυαλλίδων.