De Decalogo
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 4. Berlin: Reimer, 1902.
εἰ μὲν οὖν ἀγνοῶν, ἄθεός τις εἶ, πηγὴ δὲ πάντων ἀδικημάτων ἀθεότης· πρὸς δὲ τῷ ἀθέῳ καὶ καταστρατηγεῖς τὸν ὅρκον, ὀμνὺς κατὰ τοῦ μὴ προσέχοντος ὡς ἐπιμελουμένου τῶν ἀνθρωπείων πραγμάτων· εἰ δ’ ὅτι προνοεῖ σαφῶς οἶδας, ὑπερβολὴν ἀσεβείας οὐκ ἀπολέλοιπας λέγων, εἰ καὶ μὴ στόματι καὶ γλώττῃ, τῷ γοῦν συνειδότι πρὸς θεόν· τὰ ψευδῆ μοι μαρτύρει, [*](1 μεταβαλέσθαι M κἀν μὲν] ἄν μὲν γὰρ Arm καταλάττεται G, καταλλ μ μάττεται F, καταμάττεται Η, καταλλάττεται M 3 ἀνίατα] ἀνιᾶται DP μέχρι (om. ἄν) DP 3. 4 καὶ ἐπάρατον om. DP 4 λέγοις GH 6 μήτε . . . μήτε M ἰδών] εἰδῶν P, εἰδὼς M 7 μέν γε scripsi : μὲν γὰρ M (Arm?), μὲν ceteri (v) 8 ἐπεὶ Arm: ἐπὶ M, om. ceteri (v) 9 #x003E; ἐρεῖς Christophorson ἑταιρείαν GH (Turn.) 10 συνασέβει] οἱ ἀσέβει Η (v) εἰ om. M ταῦτα FGH ἀκούσαι FG: ἀκούσαι Η, ἀκούσοι AP (v), ἀκούσας M 1 1 ἑταιρεία F2GH καὶ κακίσας M Arm : καὶ om. ceteri 12 ἀποπηδήσεται MF: ἀποπηδῆσαί τε Η, ἀποπηδήσειε APG 13 θηρός] πυρὸς AP θη ss. m. rec. in A) 14 θεὸν μάρτυρα καλῶν M Arm: μάρτυρα θεὸν καλῶν K, μάρτυρα καλῶν θεὸν APH (v), μάρτυρα καλῶν τὸν θεὸν G 10 τοῦτο APGH οὑν om. Η (Turn.) ἀγνοῶν M: ἀγνοεῖς ceteri (Turn.) ὦν ων 18 καὶ om. M τὸν ὅρκον AP μὴ om. AP προέχοντος Α; προσέχοντος κατὰ γνώμην σου Christoophorson ὡς] post ὡς add. μὴ APF 18. 19 ἐπιμελομένου GH (Turn.) 19 κατὰ ante τῶν add. AP ἀνθρωπίνων M 20 οὐκ ἀπολέλοιπας M: οὐ καταλέλοιπας ceteri (v) 21 θεόν M: τὸν θεόν ceteri (v))
μοχθηροῦ θεὸς ὁ πάντων ἄριστος. εἰσὶ δ’ οἳ μηδὲ κερδαίνειν τι μέλλοντες ἔθει πονηρῷ κατακόρως καὶ ἀνεξετάστως ὀμνύουσιν ἐπὶ τοῖς τυχοῦσιν, οὐδενὸς ἀμφισβητουμένου τὸ παράπαν, τὰ μὲν αὐτῶν ἐν τῷ λόγῳ προσαναπληροῦντες ὅρκοις, ὡς οὐκ ἄμεινον ὂν ἀποκοπὴν ῥημάτων μᾶλλον δὲ καὶ ἀφωνίαν ὑποστῆναι παντελῆ· φύεται γὰρ ἐκ πολυορκίας ψευδορκία καὶ ἀσέβεια.