De Decalogo

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 4. Berlin: Reimer, 1902.

διὸ χρὴ τὸν μέλλοντα ὀμνύναι πάντ’ ἐπιμελῶς ἐξητακέναι καὶ σφόδρα περιττῶς, τὸ πρᾶγμα, εἰ εὐμέγεθες καὶ εἰ γέγονεν ὄντως καὶ εἰ πραχθὲν κατείληφε παγίως, ἑαυτόν, εἰ καθαρεύει ψυχὴν καὶ σῶμα καὶ γλῶτταν, τὴν μὲν παρανομίας, τὸ δὲ μιασμάτων, τὴν δὲ βλασφημιῶν· οὐ γὰρ ὅσιον, δι’ οὗ στόματος τὸ ἱερώτατον ὄνομα προφέρεταί τις, διὰ τούτου φθέγγεσθαί τι τῶν αἰσχρῶν.

ἐρευνάτω δὲ καὶ τόπον καὶ καιρὸν ἐπιτήδειον· οἶδα γὰρ οἶδά τινας ἐν βεβήλοις καὶ ἀκαθάρτοις χωρίοις, ἐν οἷς οὔτε πατρὸς οὔτε μητρὸς ἀλλ’ οὐδὲ τῶν ὀθνείων πρεσβύτου τινὸς εὖ βεβιωκότος ἄξιον μεμνῆσθαι, διομνυμένους καὶ ὅλας ῥήσεις ὅρκων συνείροντας, τῷ τοῦ θεοῦ πολυωνύμῳ καταχρησαμένους ὀνόματι ἔνθα μὴ δεῖ πρὸς ἀσέβειαν.