De Decalogo
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 4. Berlin: Reimer, 1902.
μανίας γὰρ ἀθεραπεύτου τὸ ἔργον. ἐπεὶ τίσιν ὀφθαλμοῖς νήφων καὶ ἐν σεαυτῷ δοκῶν εἶναι προσιδὼν τὸν φίλον ἐρεῖς· διὰ τὴν ἑταιρίαν ἀδικοπράγει, παρανόμει, συνασέβει μοι; δῆλον γὰρ ὡς, εἰ ταῦτ’ ἀκούσαι, πολλὰ χαίρειν φράσας ἑταιρίᾳ τῇ νομιζομένῃ καὶ κακίσας αὑτόν, ὅτι τὴν ἀρχὴν ἀνδρὶ τοιούτῳ φιλίας ἐκοινώνησεν, ἀποπηδήσεται καθάπερ ἀπὸ θηρὸς ἀγριαίνοντος καὶ λελυττηκότος.
εἶτα, πρὸς ἃ μηδὲ φίλον ἄγειν τολμήσεις, ἐπὶ ταῦτα θεὸν μάρτυρα καλῶν οὐκ ἐρυθριᾷς, τὸν πατέρα καὶ ἡγεμόνα τοῦ κόσμου; πότερον ἐπιστάμενος, ὅτι πάνθ’ ὁρᾷ καὶ πάντων ἀκούει, ἢ τοῦτ’ ἀγνοῶν;