De Decalogo
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 4. Berlin: Reimer, 1902.
ὁ γὰρ ἑκάστῃ ψυχῇ συμπεφυκὼς καὶ συνοικῶν ἔλεγχος, οὐδὲν εἰωθὼς παραδέχεσθαι τῶν ὑπαιτίων, μισοπονήρῳ καὶ φιλαρέτῳ χρώμενος ἀεὶ τῇ φύσει, κατήγορος ὁμοῦ καὶ δικαστὴς ὁ αὐτὸς ὤν, διακινηθεὶς ὡς μὲν κατήγορος αἰτιᾶται, κατηγορεῖ, δυσωπεῖ, πάλιν δ’ ὡς δικαστὴς διδάσκει, νουθετεῖ, παραινεῖ [*](1 διαμαρτίαι Γ’, αἱ ἁμαρτίαι D δὴ] δὲ M, om. D 2 τὸ ἀνομολόγητον καὶ ἀκατονόμαστον τοῦ θεοῦ καὶ οὕτως ἀληθεύειν ἐφ’ ἑκάστω ὡς D δεδιγμένη AP1F1; δεδιδαγμένον voluit Mang. 4 ἀπιστίαν] ἀδικίαν M μελητὴς FH οὑν om. Arm ἔσται L (Turn.) post ἔστω add. πᾶς D 5 εἰ δέχοιτο G ὑπερθέσεσιν ex ὑποσχέσεσιν corr. Η 6 ἀναγκάζοιτο D περισκέπτεσθαι M 7 τὸ M: ἔστι ceteri (Turn.) εἰ καὶ τῷ] ὄντως D 8 ὁ ὅρκος APD Antou. Mel. 9 τὸν θεὸν Anton. Mel. ἴθι] ἴσθι ARH1 γὰρ] οὖν Arm διάκυψον GH: καὶ διάκυψον ceteri 11 οὐχ ἠρεμοῦσαν M 13 συμπεφυκὼς καὶ συνοικῶν M Arm : συνοικῶν καὶ συμπεφυκὼς ceteri συμπεφυκὼς] συμβεβηκὼς ’’ καὶ συνοικῶν om. DP συνειδήσεως ἔλεγχος coni. 14 ἀεὶ MGD: αἰεὶ ceteri καὶ κατήγορος Dp 15 ὁμοῦ] ἐμοῦ Α ὁ αὐτὸς om. AP (ss. P2) 16 καὶ κατηγορεῖ ἡμῶν καὶ δυσωπεῖ DP δὲ D παραινεῖ om. DP)
τί λέγεις, εἴποιμ’ ἂν πρὸς τὸν ἐπίορκον, τολμήσεις τινὶ τῶν σεαυτοῦ γνωρίμων φάναι προσελθών· ὦ οὗτος, ἃ μήτ’ εἶδες μήτ’ ἤκουσας, ὡς ἰδών, ὡς ἀκούσας, ὡς παρηκολουθηκὼς ἅπασιν, ἀφικόμενός μοι μαρτύρησον; ἐγὼ μέν γε οὐκ οἶμαι·