De Decalogo
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 4. Berlin: Reimer, 1902.
ἤδη γὰρ ὅ γε ὀμνὺς εἰς ἀπιστίαν ὑπονοεῖται. μελλητὴς οὖν ἔστω καὶ βραδύς, εἴ πως ἐνδέχοιτο ταῖς ὑπερθέσεσιν ἀπώσασθαι τὸν ὅρκον· εἰ δέ τις ἀνάγκη βιάζοιτο, περισκεπτέον οὐ παρέργως ἕκαστα τῶν ἐμφερομένων·
τὸ γὰρ πρᾶγμα οὐ μικρόν, εἰ καὶ τῷ ἔθει καταφρονεῖται. μαρτυρία γάρ ἐστι θεοῦ περὶ πραγμάτων ἀμφισβητουμένων ὅρκος· μάρτυρα δὲ καλεῖν ἐπὶ ψεύδει θεὸν ἀνοσιώτατον. ἴθι γάρ, εἰ βούλει, τῷ λόγῳ διάκυψον εἰς τὴν τοῦ μέλλοντος ὀμνύναι διάνοιαν ἐπὶ ψεύδει· θεάσῃ γὰρ αὐτὴν οὐκ ἠρεμοῦσαν, ἀλλὰ θορύβου καὶ ταραχῆς μεστήν, κατηγορουμένην καὶ πάσας ὕβρεις καὶ βλασφημίας ὑπομένουσαν.