De Mutatione Nominum

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.

τὸν γὰρ πραγματευόμενον τὰ περὶ φύσεως οὐρανοῦ πρότερον, ὃν μαθηματικὸν ἔνιοι προσαγορεύουσιν, ἐπὶ τὴν μετουσίαν καλέσας ἀρετῆς σοφὸν καὶ ἀπέδειξε καὶ ὠνόμασεν, ἐπιφημίσας τὸν μεταχαραχθέντα τρόπον, ὡς μὲν Ἑβραῖοι εἴποιεν ἄν, Ἀβραάμ, ὡς δ’ ἂν Ἕλληνες, πατέρα ἐκλεκτὸν ἠχοῦς.

τίνος γάρ, φησίν, ἕνεκα χορείας καὶ περιόδους ἀστέρων ἐρευνᾷς καὶ τοσοῦτον ἀπὸ γῆς ἄνω πρὸς αἰθέρα πεπήδηκας; ἆρ’ ἵνα αὐτὸ μόνον τὰ ἐκεῖ περιεργάσῃ; καὶ τίς ἐκ τῆς τοσαύτης περιεργίας γένοιτ’ ἂν ὠφέλεια; τίς καθαίρεσις ἡδονῆς; τίς ἐπιθυμίας ἀνατροπή; τίς λύπης ἢ φόβου κατάλυσις; ποία παθῶν, ἃ κλονεῖ καὶ συγχεῖ τὴν ψυχήν, ἐκτομή;

καθάπερ γὰρ δένδρων οὐδὲν ὄφελος, εἰ μὴ καρπῶν [*](1 Ἄβραμ Β 4 ὑφ᾿ scripsi: ἀφ᾿ codd. ἀναγνῶμεν] ἀνοίγωμεν coni. Mang., ἀκριβώσωμεν (cf. lin. 14) vel ἐρευνήσωμεν e gr. conicio, γνῶμεν coni. Cohn 8 πέρι codd. 13 Ἄβραμ B 16 ἠχοῦν coni.Mang. 20 ἐσκιογραφεῖτο A 29 ἵν᾿ B τοιαύτης conicio) [*](2 sqq. cf. Ambros. de Abr. I 4,27.)

v.3.p.170
οἰστικὰ γένοιτο, τὸν αὐτὸν δὴ τρόπον οὐδὲ φυσιολογίας, εἰ μὴ μέλλοι κτῆσιν ἀρετῆς ἐνεγκεῖν· ὁ γὰρ καρπὸς αὐτῆς οὗτός ἐστι.

διὸ καὶ τῶν πάλαι τινὲς ἀγρῷ τὸν κατὰ φιλοσοφίαν ἀπεικάσαντες λόγον φυτοῖς μὲν ἐξωμοίωσαν τὸ φυσικὸν μέρος, αἱμασιαῖς δὲ καὶ περιβόλοις τὸ λογικόν, καρπῷ δὲ τὸ ἠθικόν, ὑπολαβόντες καὶ τὰ ἐν κύκλῳ τείχη φυλακῆς ἕνεκα τοῦ καρποῦ κατεσκευάσθαι πρὸς τῶν ἐχόντων καὶ τὰ φυτὰ δεδημιουργῆσθαι γενέσεως καρποῦ χάριν.

οὕτως οὖν ἔφασαν καὶ ἐν φιλοσοφίᾳ δεῖν τήν τε φυσικὴν καὶ λογικὴν πραγματείαν ἐπὶ τὴν ἠθικὴν ἀναφέρεσθαι, ᾗ βελτιοῦται τὸ ἦθος κτήσεως ὁμοῦ καὶ χρήσεως ἀρετῆς ἐφιέμενον.

τοιαῦτα ἐδιδάχθημεν περὶ τοῦ λόγῳ μὲν μετονομασθέντος, ἔργῳ δὲ μεταβαλόντος ἀπὸ φυσιολογίας πρὸς τὴν ἠθικὴν φιλοσοφίαν καὶ μεταναστάντος ἀπὸ τῆς περὶ τὸν κόσμον θεωρίας πρὸς τὴν τοῦ πεποιηκότος ἐπιστήμην, ἐξ ἧς εὐσέβειαν, κτημάτων τὸ κάλλιστον, ἐκτήσατο.

τὰ δὲ περὶ τῆς γυναικὸς αὐτοῦ Σάρας νῦν ἐροῦμεν· καὶ γὰρ αὕτη μετονομάζεται εἰς Σάρραν κατὰ τὴν τοῦ ἑνὸς στοιχείου πρόσθεσιν τοῦ ῥῶ. τὰ μὲν οὖν ὀνόματα ταῦτα, τὰ δὲ τυγχάνοντα μηνυτέον· ἑρμηνεύεται Σάρα μὲν ἀρχή μου, Σάρρα δὲ ἄρχουσα.

τὸ μὲν οὖν πρότερον εἰδικῆς σύμβολον ἀρετῆς ἐστι, τὸ δ’ ὕστερον γενικῆς. ὅσῳ δὲ γένος εἴδους διαφέρει κατὰ τὸ ἔλαττον, τοσούτῳ τὸ δεύτερον ὄνομα τοῦ προτέρου· τὸ μὲν γὰρ εἶδος καὶ βραχὺ καὶ φθαρτόν, τὸ δὲ γένος πολύ τε αὖ καὶ ἄφθαρτον.

βούλεται δὲ ὁ θεὸς ἀντὶ μικρῶν καὶ φθαρτῶν μεγάλα καὶ ἀθάνατα χαρίζεσθαι, καὶ ἐμπρεπὲς αὐτῷ τὸ ἔργον. ἡ μὲν γὰρ ἐν τῷ σπουδαίῳ φρόνησις αὐτοῦ μόνου ἐστὶν ἀρχή, καὶ οὐκ ἂν ἁμάρτοι ὁ ἔχων, εἰ λέγοι· ἀρχή μού ἐστιν ἡ ἐν ἐμοὶ φρόνησις· ἡ δὲ ταύτην τυπώσασα, ἡ γενικὴ φρόνησις, οὐκέτι τοῦ δεῖνός ἐστιν ἀρχή, ἀλλ’ αὐτὸ τοῦτο ἀρχή.

τοιγαροῦν ἐκείνη μὲν ἡ ἐν εἴδει τῷ ἔχοντι συμφθαρήσεται, ἡ δὲ σφραγῖδος τρόπον αὐτὴν τυπώσασα παντὸς ἀπηλλαγμένη θνητοῦ διατελέσει πρὸς αἰῶνα ἄφθαρτος. οὕτω καὶ τῶν τεχνῶν αἱ μὲν ἐν εἴδει συναπόλλυνται τοῖς κτησαμένοις, γεωμέτραις, γραμματικοῖς, μουσικοῖς· αἱ δὲ γενικαὶ μένουσιν ἀνώλεθροι. προσυπογράφει δὲ ἀναδιδάσκων ἐν ταὐτῷ, [*](1 δὴ Mang.: δὲ codd. οὐδὲ scripsi: οὐδὲν codd. 5 ὑπολαβόντες Mang.: ἀπολαβόντες codd. 14 ἐρευνῶμεν conicio αὕτη Cohn: αὐτὴ codd. 18 γένους εἶδος coni. Mang. (sed sic scrib. etiam lin. 19 τὸ πρότερον ὄνομα τοῦ δευτέρου) 19 κατὰ τὸ ἔλαττον secl. Cohn τοῦ προτέρου ὄνομα Β 22 γὰρ addidi, οὑν add. Mang. 24 λέγοι scripsi: λέγει codd.) [*](2 sqq. V. vol. II ad p. 98,1. 14 sqq. cf. Ambros. l. c. 431.)

v.3.p.171
ὅτι καὶ πᾶσα ἀρετὴ βασιλίς ἐστι καὶ ἄρχουσα καὶ ἡγεμονεύουσα τῶν κατὰ τὸν βίον πραγμάτων.