De Mutatione Nominum

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.

Ἀλλὰ καὶ τὸν Ἰακὼβ μετονομάζεσθαι συμβέβηκεν εἰς τὸν Ἰσραήλ, οὐκ ἀπὸ σκοποῦ. διὰ τί; ὅτι ὁ μὲν Ἰακὼβ πτερνιστής, ὁ δὲ Ἰσραὴλ ὁρῶν τὸν θεὸν καλεῖται. πτερνιστοῦ μὲν οὖν ἔργον ἀσκοῦντος ἀρετὴν τὰς βάσεις τοῦ πάθους, αἷς ἐφίδρυται, καὶ εἴ τι ὀχυρὸν καὶ ἱδρυμένον ἐν αὐταῖς κινεῖν καὶ σαλεύειν καὶ ἀνατρέπειν — ταῦτα δὲ οὐ δίχα ἀγωνίας ἀκονιτὶ φιλεῖ γίνεσθαι, ἀλλ’ ἐπειδάν τις τοὺς φρονήσεως ἄθλους διαθλῶν γυμνάζηταί τε τὰ τῆς ψυχῆς γυμνάσματα καὶ πρὸς τοὺς ἀντιπάλους καὶ τραχηλίζοντας αὐτὴν λογισμοὺς παλαίῃ —, τοῦ δὲ τὸν θεὸν ὁρῶντος τὸ μὴ ἐκ τοῦ ἱεροῦ ἀγῶνος ἀστεφάνωτον ἐξελθεῖν, ἀλλὰ τὰ ἐπὶ τῇ νίκῃ βραβεῖα ἄρασθαι.

τίς δ’ ἂν εὐανθέστερος καὶ ἐπιτηδειότερος πλέκοιτο νικηφόρῳ ψυχῇ στέφανος ἢ δι’ οὗ τὸν ὄντα δυνήσεται θεωρεῖν ὀξυδερκῶς; καλόν γε ἀσκητικῇ ψυχῇ πρόκειται τὸ ἆθλον, ἐνομματωθῆναι πρὸς τὴν τοῦ μόνου θέας ἀξίου τηλαυγῆ κατανόησιν.

ἄξιον δὲ ἀπορῆσαι, διὰ τί ὁ μὲν Ἀβραάμ, ἀφ’ οὗ μετωνομάσθη, τῆς αὐτῆς προσρήσεως ἀξιοῦται μηκέτι καλούμενος ὀνόματι τῷ προτέρῳ, ὁ δὲ Ἰακὼβ προσρηθεὶς Ἰσραὴλ οὐδὲν ἧττον αὖθις πάλιν Ἰακὼβ ἐπὶ πλέον ὀνομάζεται. λεκτέον οὖν ὅτι καὶ ταῦτα χαρακτῆρές εἰσιν, οἷς ἡ διδακτικὴ τῆς ἀσκητικῆς ἀρετῆς διαφέρει.

ὁ μὲν γὰρ διδασκαλίᾳ βελτιωθείς, εὐμοίρου λαχὼν φύσεως, ἣ περιποιεῖ τὸ ἄληστον αὐτῷ διὰ συνεργοῦ μνήμης, μονῇ χρῆται, ὧν ἔμαθεν ἀπρὶξ ἐπειλημμένος καὶ βεβαίως περιεχόμενος· ὁ δ’ ἀσκητὴς ἐπειδὰν γυμνάσηται συντόνως, διαπνεῖ πάλιν καὶ ὑπανίεται, συλλεγόμενος καὶ ἀνακτώμενος τὴν ἐκ τοῦ πονεῖν τεθρυμμένην δύναμιν, καθάπερ καὶ οἱ τὰ σώματα ἀλειφόμενοι· καὶ γὰρ οὗτοι περὶ τὴν ἄσκησιν καμόντες, ὡς μὴ κατὰ τὸ παντελὲς αὐτοῖς ἀπορραγεῖεν αἱ δυνάμεις διὰ τὸ σφοδρὸν καὶ σύντονον τῆς ἀθλήσεως, ἔλαιον ἐπιχέουσιν.

εἶθ’ ὁ μὲν διδαχθεὶς ἀθανάτῳ χρώμενος ὑποβολεῖ τὴν ὠφέλειαν ἔναυλον καὶ ἀθάνατον ἴσχει, μὴ τρεπόμενος· ὁ δ’ ἀσκητὴς καὶ τὸ ἑκούσιον ἔχων αὐτὸ μόνον καὶ τοῦτο γυμνάζων καὶ συγκροτῶν, ἵνα τὸ οἰκεῖον [*](4 ὅτι ex Coisl. 43 Mang.: om. ΑΒ 6 τὸ τὰς conicio alterum om. Β ὀχυρῶς (om. καὶ) vel ὀχυρὸν καὶ βεβαίως conicio 8 ἀκονιτὶ Mang.: ἀπονητὶ codd. 12 καὶ Α: ἢ B 17 ταύτης τῆς conicio τῆς αὐτῆς ἀεὶ coni. Cohn 19 πλεῖον codd. 20 διδακτικὴ Β: διδακτὴ ἀσκητὴς coni. Mang. 22 μονῇ scripsi: μόνη codd. ἐνειλημμένος conicio 24 ὑπανίσται B, ὑπανίσταται coni. Mang. 24. 25 τεθρυμμένην scripsi: τετρυμμένην codd., τετρυμένην Mang. 28 ὑποβολεῖ in ὑποβολὴ corr. B 29 alt. καὶ vid. secl.)

v.3.p.172
πάθος τῷ γενητῷ καταβάλῃ, κἂν τελειωθῇ, καμὼν πρὸς τὸ ἀρχαῖον ἐπάνεισι γένος.

τλητικώτερος μὲν γὰρ οὗτος, εὐτυχέστερος δ’ ἐκεῖνος· ὁ μὲν γὰρ χρῆται διδασκάλῳ ἑτέρῳ, ὁ δ’ ἐξ ἑαυτοῦ ζητεῖ τε καὶ σκέπτεται καὶ πολυπραγμονεῖ, μετὰ σπουδῆς ἐρευνῶν τὰ φύσεως, ἀδιαστάτῳ χρώμενος καὶ συνεχεῖ πόνῳ.

διὰ τοῦτο τὸν μὲν Ἀβραάμ, ἐπειδὴ μένειν ἔμελλεν ἐν ὁμοίῳ, μετωνόμασεν ὁ ἄτρεπτος θεός, ἵν’ ὑπὸ τοῦ ἑστῶτος καὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχοντος τὸ μέλλον στήσεσθαι παγίως ἱδρυθῇ, τὸν δὲ Ἰακὼβ ἄγγελος ὑπηρέτης τοῦ θεοῦ, λόγος, ἵν’ ὁμολογηθῇ μηδὲν εἶναι τῶν μετὰ τὸ ὂν ἀκλινοῦς καὶ ἀρρεποῦς αἴτιον βεβαιότητος, ἀλλ’ ἁρμονίας τῆς ὡς ἐν ὀργάνῳ μουσικῷ περιεχούσης ἐπιτάσεις καὶ ἀνέσεις φθόγγων πρὸς τὴν τοῦ μέλους ἔντεχνον κρᾶσιν.

Ἀλλὰ τριῶν ὄντων τοῦ γένους ἀρχηγετῶν, οἱ μὲν ἄκροι μετωνομάσθησαν, Ἀβραάμ τε καὶ Ἰακώβ, ὁ δὲ μέσος Ἰσαὰκ τῆς αὐτῆς ἔλαχεν εἰς ἀεὶ προσρήσεως. διὰ τί; ὅτι ἡ μὲν διδακτικὴ ἀρετὴ καὶ ἀσκητικὴ δέχονται τὰ πρὸς βελτίωσιν — ἐφίεται γὰρ δὴ ὁ μὲν διδασκόμενος ἐπιστήμης ὧν ἀγνοεῖ, ὁ δὲ ἀσκήσει χρώμενος στεφάνων καὶ τῶν προκειμένων ἄθλων φιλοπόνῳ καὶ φιλοθεάμονι ψυχῇ —, τὸ δ’ αὐτοδίδακτον καὶ αὐτομαθὲς γένος, ἅτε φύσει μᾶλλον ἢ ἐπιτηδεύσει συνιστάμενον, ἐξ ἀρχῆς ἴσον καὶ τέλειον καὶ ἄρτιον ἠνέχθη, μηδενὸς ἐνδέοντος τῶν εἰς πλήρωσιν ἀριθμοῦ.

ἀλλ’ οὐχ ὁ τῶν τοῦ σώματος ἐπιτηδείων προστάτης Ἰωσήφ· ἀλλάττει γὰρ τοὔνομα, Ψονθομφανὴχ ὑπὸ τοῦ τῆς χώρας βασιλέως ἐπικληθείς (Gen. 41,45). ὃν δὲ λόγον ἔχει καὶ ταῦτα, μηνυτέον. Ἰωσὴφ ἑρμηνεύεται πρόσθεμα· προσθήκη δ’ ἐστὶ τῶν φύσει τὰ θέσει, χρυσός, ἄργυρος, κτήματα, πρόσοδοι, οἰκετῶν θεραπεῖαι, κειμηλίων καὶ ἐπίπλων καὶ τῆς ἄλλης περιουσίας ἄφθονοι ὗλαι, τῶν ἡδονῆς ποιητικῶν ἀμήχανοι τὸ πλῆθος παρασκευαί.

ὧν τὸν ποριστὴν καὶ ἐπιμελητὴν Ἰωσὴφ ὀνόματι εὐθυβόλῳ καλεῖσθαι συμβέβηκε πρόσθεμα, ἐπεὶ τῶν ἔξωθεν ἐπεισοδιαζομένων καὶ προστιθεμένων τοῖς κατὰ φύσιν προστασίαν ἀνῆπται. μαρτυροῦσι δ’ οἱ χρησμοὶ δηλοῦντες ὅτι τὰς τροφὰς τῆς σωματικῆς χώρας ἁπάσης, Αἰγύπτου, θησαυρισάμενος ἐσιτάρχει (Gen. 41,