De Mutatione Nominum
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.
καὶ πρῴην ἤκουσα χλευάζοντος καὶ κατακερτομοῦντος ἀνδρὸς ἀθέου καὶ ἀσεβοῦς, ὃς ἐτόλμα λέγειν· μεγάλαι δὴ καὶ ὑπερβάλλουσαι δωρεαί, ἅς φησι Μωυσῆς τὸν ἡγεμόνα τῶν ὅλων ὀρέγειν· στοιχείου γὰρ [*](1 αὐτῆς codd. 3 δεόντων coni. Mang. 4 γλῶσσαν Α 5 πλήξειε scripsi: πλήξει codd., πλήξῃ coni. Mang. 7 ἀνάγοι coni. Mang. 9 αὑτόν scripsi: αὐτὸν codd. τρόπον #x003E; coni. Mang. 12 παντοίας Mang.: ταντοίων codd. 15 ἀνωτάτω conicio 16. 17 ὡς ἐνῆν—μου om. 26 ἐμφανὲς coni. Mang. 27 μετὰ] δίχα conicio, οὐ μετὰ vel μετ’ οὐκ Cohn; haec enim cum φαυλίσαντες coniungenda videntur 30 δὴ Mang.: δὲ codd, 31 Μωσῆς Α γὰρ addidi)
τῆς μὲν οὖν φρενοβλαβείας οὐκ εἰς μακρὰν ἔδωκε τὴν ἁρμόζουσαν δίκην· ἀπὸ γὰρ μικρᾶς καὶ τῆς τυχούσης προφάσεως ἐπ’ ἀγχόνην ᾖξεν, ἵν’ ὁ μιαρὸς καὶ δυσκάθαρτος μηδὲ καθαρῷ θανάτῳ τελευτήσῃ. δικαίως δ’ ἂν ἡμεῖς ὑπὲρ τοῦ μὴ καὶ ἕτερον τοῖς αὐτοῖς ἁλῶναι τὰς ὑπονοίας ἐκκόψαιμεν, φυσιολογοῦντες καὶ ἀποδεικνύντες τὰ λεγόμενα ταῦτα πάσης ἐπάξια σπουδῆς.
οὐ γὰρ γράμματα ἄφωνα ἢ φωνήεντα ἢ συνόλως ῥήματα καὶ ὀνόματα χαρίζεται ὁ θεός, ὁπότε καὶ γεννήσας φυτά τε αὖ καὶ ζῷα ἐκάλεσεν ὡς πρὸς ἡγεμόνα τὸν ἄνθρωπον, ὃν ἐκ πάντων δι’ ἐπιστήμην ἐχώρισεν, ἵν’ ἑκάστοις τὰ οἰκεῖα ὀνόματα θῆται· „πᾶν“ γάρ φησιν „ὃ ἂν ἐκάλεσεν ὁ Ἀδάμ, τοῦτο ὄνομα τοῦ κληθέντος ἦν“ (Gen. 2,19).
εἶθ’ ὅπου οὐδὲ τὰς ὁλοκλήρους θέσεις τῶν ὀνομάτων ὁ θεὸς ἠξίωσεν ἐπιφημίζειν, ἐπιτρέψας ἀνδρὶ σοφῷ, τῷ γένους ἀνθρώπων ἀρχηγέτῃ, τὸ ἔργον, ὑπονοεῖν ἄξιον, ὅτι μέρη τῶν ὀνομάτων ἢ συλλαβὰς ἢ γράμματα, οὐ φωνήεντα μόνον, ἀλλὰ καὶ ἄφωνα, αὐτὸς προσετίθει καὶ μεθήρμοζε, καὶ ταῦτ’ ἐπὶ προφάσει δωρεᾶς καὶ ὑπερβαλλούσης εὐεργεσίας; οὐκ ἔστιν εἰπεῖν.
ἀλλὰ τὰ τοιαῦτα χαρακτῆρες δυνάμεών εἰσι, βραχεῖς μεγάλων, αἰσθητοὶ νοητῶν, φανεροὶ ἀδήλων· αἱ δὲ δυνάμεις ἐν δόγμασιν ἀρίστοις, ἐν ἀψευδέσι καὶ καθαραῖς ὑπολήψεσιν, ἐν ψυχῆς βελτιώσεσιν ἐξετάζονται. τὸν δὲ ἔλεγχον λαμβάνειν εὐμαρὲς [*](1 στοιχείῳ περιττεύει seclusi, στοιχείου περιττοῦ Markland ἑτέρου conicio προσθέσει scripsi: προσθείς codd., προσθήκῃ Markland τοῦ scripsi: τὸ codd. 2 τὸν μέν γάρ Ἀβρὰμ Ἀβραάμ προσθεὶς ἕτερον ἄλφα καὶ τὴν conicio add. δὲ Mang. Ἄβραμ B 3 τὸ Hoesch.: τὴν codd. 4. 5 οὗν φρενοβλαβείας scripsi: φρενοβλαβείας οὑν codd. 8 καὶ om. Β τὰς τοιαύτας #x003E; ὑπονοίας coni. Mang. 9 ταῦτα Β: ταῦτα τὰ A ἀπάσης (om. τὰ) coni. Mang. 10 γὰρ addidi φωνάεντα A 11 γεννήσας] alterum ν erasit Β 12 ὃν scripsi: ὃς codd. 12. 13 ὃς καὶ πάντων δι’ ἐπιστήμης ἐχώρησε coni. Mang. 13 πᾶν ex LXX Mang.: πάντα codd. 14 ὁ] αὐτὸ conicio 15 ὁπότε coni. Cohn 16. 17 ἀρχηγέτῃ ἀνθρώπων Β 18 φωνάεντα AB 23 ψυχῆς βελτιώσεσιν Mang.: ψυχαῖς βελτίοσιν codd.) [*](20 sqq. Orig. Comment. in Gen. p. 30 (ad Gen. 17,5): τὰς ἑρμηνείας τῶν ὀνομάτων ζήτει· δυνάμει γάρ ὠνομάσθησαν ὑπό τοῦ ἁγίου πνεύματος. ἀλλὰ μὴν καὶ τοῦτο χρὴ εἰδέναι, ὅτι τὰ ὀνόματα ἕξεων ἐστι καὶ καταστάσεων καὶ δυνάμεων δηλωτικά· ἐξ ὧν ἔστιν ἰδεῖν τὴν ἐπιτηδειότητα τοῦ ὀνομαζομένου. Homil. in Num. XXV 3 p. 366 (cf. etiam Philonis quaest. in Gen. III § 43).)
Ἀβρὰμ γὰρ ἑρμηνεύεται μετέωρος πατήρ, Ἀβραὰμ δὲ πατὴρ ἐκλεκτὸς ἠχοῦς. ᾗ δὲ διαφέρει ταῦτ’ ἀλλήλων, εἰσόμεθα σαφέστερον, ἐπειδὰν τὸ δηλούμενον ὑφ’ ἑκατέρου πρότερον ἀναγνῶμεν.
μετέωρον τοίνυν ἀλληγοροῦντές φαμεν τὸν ἀπὸ γῆς ἑαυτὸν εἰς ὕψος αἴροντα καὶ ἐπισκοποῦντα τὰ μετάρσια, μετεωροπόλον τε καὶ μετεωρολογικόν, ἐρευνῶντα τί ἡλίου μέγεθος, τίνες αὐτοῦ φοραί, πῶς τὰς ἐτησίους ὥρας διανέμει προσιὼν καὶ ἐξαναχωρῶν πάλιν ἰσοταχέσι ταῖς ἀνακυκλήσεσι, καὶ σελήνης περὶ φωτισμῶν, σχηματισμῶν, μειώσεως, αὐξήσεως, καὶ τῶν ἄλλων ἀστέρων κινήσεως, ἀπλανοῦς τε καὶ πεπλανημένης.
ἡ γὰρ τούτων ἐξέτασις οὐκ ἀφυοῦς καὶ ἀγόνου ψυχῆς ἐστιν, ἀλλ’ ἐν τοῖς μάλιστα εὐφυοῦς καὶ δυναμένης ὁλόκληρα καὶ τέλεια γεννᾶν ἔγγονα. διὸ καὶ τὸν μετεωρολογικὸν „πατέρα“ εἶπεν, ὅτι οὐκ ἄγονος σοφίας.
τὰ μὲν οὖν τοῦ Ἀβρὰμ σύμβολα οὕτως ἀκριβοῦται, τὰ δὲ τοῦ Ἀβραάμ, ὡς ὑποδείξομεν· ἦν δὲ τρία, πατὴρ καὶ ἐκλεκτὸς καὶ ἠχοῦς. φαμὲν δὴ τὴν μὲν ἠχὼ τὸν προφορικὸν εἶναι λόγον — τοῦ γὰρ ζῴου ἠχεῖον ὄργανόν ἐστι τὸ φωνητήριον —, τούτου δὲ πατέρα τὸν νοῦν — ἀπὸ γὰρ διανοίας ὥσπερ ἀπὸ πηγῆς φέρεται τὸ τοῦ λόγου νᾶμα —, ἐκλεκτὸν δὲ τὸν τοῦ σοφοῦ· ὅ τι γὰρ ἄριστον, ἐν τούτῳ.
κατὰ μὲν οὖν τοὺς προτέρους χαρακτῆρας ὁ φιλομαθὴς καὶ μετεωρολέσχης ἐσκιαγραφεῖτο, κατὰ δὲ τοὺς ἀρτίως ὑποτυπωθέντας ὁ φιλόσοφος, μᾶλλον δ’ ὁ σοφὸς ἐδηλοῦτο. μηκέτ’ οὖν ὀνομάτων ἀλλαγὴν ὑπολάβῃς χαρίζεσθαι τὸ θεῖον, ἀλλὰ διὰ συμβόλων ἠθῶν ἐπανόρθωσιν.