De Mutatione Nominum
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.
εὐλόγως οὖν ἔφη· „γίνου ἄμεμπτος“ (Gen. 17, 1), μέγα πλεονέκτημα πρὸς εὐδαίμονα βίον ὑπολαβὼν εἶναι τὸ ἀναμάρτητον καὶ ἀνυπαίτιον. τῷ δὲ ᾑρημένῳ ζῆν τὸν τρόπον τοῦτον καὶ κλῆρον κατὰ διαθήκας ἀπολείψειν ὁμολογεῖ τὸν ἁρμόζοντα δοῦναι μὲν θεῷ, λαβεῖν δὲ σοφῷ.
φησὶ γάρ· „θήσω τὴν διαθήκην μου ἀνὰ μέσον ἐμοῦ καὶ ἀνὰ μέσον σοῦ“ (Gen. 17, 2). διαθῆκαι δὲ ἐπ’ ὠφελείᾳ γράφονται τῶν δωρεᾶς ἀξίων, ὥστε σύμβολον εἶναι διαθήκην χάριτος, ἣν μέσην ἔθηκεν ὁ θεὸς ἑαυτοῦ τε ὀρέγοντος καὶ ἀνθρώπου λαμβάνοντος.
ὑπερβολὴ δὲ εὐεργεσίας τοῦτό ἐστι, μὴ εἶναι θεοῦ καὶ ψυχῆς μέσον, ὅτι μὴ τὴν παρθένον χάριτα. τὸν δὲ περὶ διαθηκῶν σύμπαντα λόγον ἐν δυσὶν ἀναγέγραφα συντάξεσι καὶ ὑπὲρ τοῦ μὴ παλινῳδεῖν ἑκὼν ὑπερβαίνω καὶ ἅμα μὴ βουλόμενος ἀπαρτᾶν τὸ συμφυὲς τῆς πραγματείας.
Λέγεται δ’ ἑξῆς· „ἔπεσεν Ἀβραὰμ ἐπὶ πρόσωπον“ (ibid. 3). ἆρ’ οὐκ ἔμελλεν ὑποσχέσεσι θείαις γνῶναί τε ἑαυτὸν καὶ τὴν τοῦ θνητοῦ γένους οὐδένειαν καὶ πεσεῖν παρὰ τὸν ἑστῶτα εἰς ἔνδειξιν τῆς ὑπολήψεως, ἣν περὶ ἑαυτοῦ τε ἔσχε καὶ θεοῦ, ὅτι ὁ μὲν κατὰ τὰ αὐτὰ ἑστὼς κινεῖ τὴν σύμπασαν στάσιν, οὐ διὰ τῶν σκελῶν — οὐ γὰρ ἀνθρωπόμορφος —,
ἀλλὰ τὴν ἄτρεπτον καὶ ἀμετάβλητον ἐμφαίνουσαν, ὁ δ’ οὐδέποτε ἐν ταὐτῷ βεβαίως ἱδρυμένος ἄλλοτε ἀλλοίας δέχεται μεταβολὰς καὶ ὑποσκελιζόμενος, ὁ δυστυχής, — ὄλισθος γὰρ σύμπας ὁ βίος ἐστὶν αὐτῷ — μέγα πτῶμα πίπτει;
ἀλλ’ ὁ μὲν ἄκων ἀμαθής, ὁ δ’ ἑκὼν εὐάγωγος· οὗ χάριν καὶ ἐπὶ πρόσωπον πεσεῖν λέγεται, ἐπὶ τὰς αἰσθήσεις, ἐπὶ τὸν λόγον, ἐπὶ τὸν νοῦν, μονονοὺ βοῶν καὶ κεκραγώς, ὅτι πέπτωκε [*](1 ἐντελὴς D: παντελὴς codd. 4 δ’ B τὸν δὲ ᾑρημένον et ἀπολήψεσθαι conicio 7 ἀξίων] ἀξί in ras. Β 11 τὸν] τῶν Α ἀναγεγραφὼς conicio συντάξεσι Mang.: πράξεσι codd. 12 pr. καὶ] ὃν coni. Mang. 15 ὑφηγήσεσι coni. Mang. 16 οὐδένειαν scripsi: οὐθένειαν codd. 18 τὴν πᾶσαν σύστασιν coni. Mang. σύμπασαν φύσιν (vel γένεσιν) κινούμενος αὐτὸς κίνησιν οὐ τὴν διὰ conicio οὐ τὴν διὰ σκελῶν κίνησιν Markland 18. 19 ἀνθρωπόμορφος ὁ θεός conicio 19 τὴν τὸ coni. Cohn ἐμφαίνων οὐσίαν Markland 20 ἄλλας coni. Mang. δεχόμενος D 21 ὁ δυστυχής codd.: δυστυχής ἐστιν D ἐστὶν om. Β, ante ὁ pos. D 22 ἀσταθής coni. Mang.)
Ἀγάμενος οὖν τὸν αὑτὸν ἀποδιδράσκοντα τρόπον καὶ ἑκούσιον πτῶμα πίπτοντα διὰ τὴν ὁμολογίαν ἣν ὡμολόγησε περὶ τοῦ ὄντος, ὅτι πρὸς ἀλήθειαν ἑστὼς ἓν ἦν ἄρα, τῶν μετ’ αὐτὸ τροπὰς καὶ μεταβολὰς παντοίας ἐνδεχομένων, ἐνηχεῖ τε καὶ λόγου μεταδίδωσι φάσκων· „κἀγώ, ἰδοὺ ἡ διαθήκη μου μετὰ σοῦ“ (Gen. 17,4).
τοῦτο δὲ τοιοῦτον ὑποβάλλει νοῦν· εἴδη μὲν διαθήκης ἐστὶ πάμπολλα χάριτας καὶ δωρεὰς τοῖς ἀξίοις ἀπονέμοντα, τὸ δ’ ἀνώτατον γένος διαθηκῶν αὐτὸς ἐγώ εἰμι. δείξας γὰρ ἑαυτόν, ὡς ἐνῆν δειχθῆναι τὸν ἄδεικτον, διὰ τοῦ φάναι „κἀγὼ“ ἐπιλέγει· „ἰδοὺ ἡ διαθήκη μου“· ἡ πασῶν χαρίτων ἀρχή τε καὶ πηγὴ αὐτός εἰμι ἐγώ.
τοῖς μὲν γὰρ δι’ ἑτέρων τὰς εὐεργεσίας εἴωθε προτείνειν ὁ θεός, γῆς, ὕδατος, ἀέρος, ἡλίου, σελήνης, οὐρανοῦ, δυνάμεων ἄλλων ἀσωμάτων, τοῖς δὲ δι’ ἑαυτοῦ μόνου, κλῆρον ἀποφήνας τῶν λαμβανόντων ἑαυτόν, οὓς εὐθέως καὶ προσρήσεως ἑτέρας ἠξίωσε.
λέγεται γὰρ ὅτι „οὐ κληθήσεται τὸ ὄνομά σου Ἀβράμ, ἀλλ’ ἔσται τὸ ὄνομά σου Ἀβραάμ“ (Gen. 17,5). ἔνιοι μὲν οὖν τῶν φιλαπεχθημόνων καὶ μώμους ἀεὶ τοῖς ἀμώμοις προσάπτειν ἐθελόντων οὐ σώμασι μᾶλλον ἢ πράγμασι καὶ πόλεμον ἀκήρυκτον πολεμούντων τοῖς ἱεροῖς πάνθ’ ὅσα μὴ τὸ εὐπρεπὲς ἐν λόγῳ διασῴζειν δοκεῖ σύμβολα φύσεως τῆς ἀεὶ κρύπτεσθαι φιλούσης ὑπάρχοντα μετὰ ἀκριβοῦς ἐρεύνης φαυλίσαντες ἐπὶ διαβολῇ προφέρουσι, διαφερόντως δὲ τὰς τῶν ὀνομάτων μεταθέσεις.