Ab excessu divi Marci
Herodian
Herodian. Ab excessu divi Marci. Bekker, Immanuel, editor. Leipzig: Teubner, 1855.
ἐς τὴν τιμωρίαν. παρὰ τοσοῦτον μὲν δὴ Μακρῖνος οὐκ ἐξέφυγε τοὺς διώξαντας, τέλει τε ἐχρήσατο αἰσχρῷ ὕστερον θελήσας ἐς τὴν Ῥώμην ἀνελθεῖν, δέον ἐν ἀρχῇ τοῦτο ποιῆσαι: ὁμοῦ δὲ ἔπταισε καὶ γνώμῃ καὶ τύχῃ. τέλει μὲν δη τοιούτῳ Μακρῖνος ἐχρήσατο, συναναιρεθέντος αὐτῷ καὶ τοῦ παιδός, ὃν ἦν ποιήσας
Καίσαρα, Διαδουμενιανὸν καλούμενον: ἐπεὶ δὲ ὅ τε στρατὸς πᾶς μετελθὼν πρὸς τὸν Ἀντωνῖνον προσεῖπε βασιλέα, τά τε τῆς ἀρχῆς ὑπεδέξατο, διοικηθέντων αὐτῷ κατὰ τὴν ἀνατολὴν τῶν ἐπειγόντων ὑπό τε τῆς μάμμης καὶ τῶν συνόντων φίλων ʽαὐτὸς γὰρ ἦν νέος τε τὴν ἡλικίαν, πραγμάτων τε καὶ παιδείας ἄπειροσ̓, οὐ πολλοῦ χρόνου διατρίψας εἶχε περὶ ἔξοδον, σπευδούσης μάλιστα τῆς Μαίσης ἐς τὰ συνήθη ἑαυτῇ βασίλεια
Ῥώμης. ὡς δὲ τῇ τε συγκλήτῳ καὶ τῷ Ῥωμαίων δήμῳ τὰ πραχθέντα ἐδηλώθη, δυσφόρως μὲν πάντες ἤκουσαν, ὑπήκουον δὲ ἀνάγκῃ τοῦ στρατοῦ ταῦτα ᾑρημένου. κατεγίνωσκόν τε τοῦ Μακρίνου ῥᾳθυμίαν τε καὶ τρόπων χαυνότητα, αἴτιόν τε οὐκ ἄλλον ἀλλ̓ ἢ αὐτὸν ἑαυτῷ γεγενῆσθαι ἔλεγον. ὁ δὲ Ἀντωνῖνος ἀπάρας τῆς Συρίας ἐλθών τε
ἀπαιτούσης. εὐθέως τε ἐξεβακχεύετο, τήν τε ἱερωσύνην τοῦ ἐπιχωρίου θεοῦ, ᾗ ἐντέθραπτο, περιεργότερον ἐξωρχεῖτο, σχήμασί τε ἐσθῆτος πολυτελεστάτοις χρώμενος, διά τε πορφύρας χρυσοῦ ὑφάσμασι περιδεραίοις τε καὶ ψελίοις κοσμούμενος, ἐς εἶδος δὲ τιάρας στεφάνην ἐπικείμενος χρυσῷ καὶ λίθοις ποικίλην
τιμίοις. ἦν τε αὐτῷ τὸ σχῆμα μεταξὺ Φοινίσσης ἱερᾶς στολῆς καὶ χλιδῆς Μηδικῆς. Ῥωμαϊκὴν δὲ ἢ Ἑλληνικὴν πᾶσαν ἐσθῆτα ἐμυσάττετο, ἐρίου φάσκων εἰργάσθαι, πράγματος εὐτελοῦς: τοῖς δὲ Σηρῶν ὑφάσμασι μόνοις ἠρέσκετο. προῄει τε ὑπὸ αὐλοῖς καὶ τυμπάνοις, τῷ θεῷ δῆθεν ὀργιάζων.
ἡ δὲ Μαῖσα ταῦτα ὁρῶσα πάνυ ἤσχαλλε, πείθειν τε λιπαροῦσα ἐπειρᾶτο μεταμφιέσασθαι τὴν Ῥωμαίων στολὴν μέλλοντά τε ἐς τὴν πόλιν ἀφίξεσθαι καὶ ἐς τὴν σύγκλητον εἰσελεύσεσθαι, μὴ ἀλλοδαπὸν ἢ παντάπασι βάρβαρον τὸ σχῆμα ὀφθὲν εὐθὺς λυπήσῃ τοὺς ἰδόντας, ἀήθεις τε ὄντας καὶ οἰομένους τὰ τοιαῦτα καλλωπίσματα οὐκ ἀνδράσιν ἀλλὰ θηλείαις πρέπειν.
ὃ δὲ καταφρονήσας τῶν ὑπὸ τῆς πρεσβύτιδος λεχθέντων, μηδ̓ ἄλλῳ τινὶ πεισθείς ʽοὐδὲ γὰρ προσίετο εἰ μὴ τοὺς ὁμοιοτρόπους τε καὶ κόλακας αὑτοῦ τῶν ἁμαρτημάτων̓, βουλόμενος ἐν ἔθει γενέσθαι τῆς τοῦ σχήματος ὄψεως τήν τε σύγκλητον καὶ τὸν δῆμον Ῥωμαίων, ἀπόντος τε αὑτοῦ πεῖραν δοθῆναι πῶς φέρουσι τὴν ὄψιν τοῦ σχήματος, εἰκόνα μεγίστην γράψας παντὸς ἑαυτοῦ, οἷος προϊών τε καὶ ἱερουργῶν ἐφαίνετο, παραστήσας τε ἐν τῇ γραφῇ τὸν τύπον τοῦ