Ab excessu divi Marci

Herodian

Herodian. Ab excessu divi Marci. Bekker, Immanuel, editor. Leipzig: Teubner, 1855.

ὁ δὲ Μακρῖνος ὡς ταῦτα ἐπυνθάνετο, ἀθροίσας πάντα ὃν εἶχε στρατόν, ἐπῄει ὡς δὴ πολιορκήσων τοὺς ἐκείνῳ προσκεχωρηκότας. ὁ δὲ Ἀντωνῖνος, οὐκ ἀναμενόντων τῶν σὺν αὐτῷ στρατιωτῶν πολιορκηθῆναι, θαρρησάντων δὲ μετὰ πάσης προθυμίας ἐξελθεῖν τε καὶ ὑπαντώμενοι τῷ Μακρίνῳ ἐκ παρατάξεως

ἀγωνίζεσθαι, ἐξάγει τὴν αὑτοῦ δύναμιν. συμμίξαντα δὲ ἀλλήλοις τὰ στρατόπεδα Φοινίκης τε καὶ Συρίας ἐν μεθορίοις, οἱ μὲν ὑπὲρ τοῦ Ἀντωνίνου προθύμως ἠγωνίζοντο, δεδιότες, εἰ ἡττηθεῖεν, τὴν ἐφ̓ οἷς ἔδρασαν τιμωρίαν ἀναδέξασθαι: οἱ δὲ σὺν τῷ Μακρίνῳ ῥᾳθυμότερον προσεφέροντο τῷ ἔργῳ, ἀποδιδράσκοντες

p.133

καὶ μετιόντες πρὸς τὸν Ἀντωνῖνον. ἅπερ ὁρῶν ὁ Μακρῖνος, φοβηθείς τε μὴ παντάπασι γυμνωθεὶς τῆς δυνάμεως αἰχμάλωτός τε ληφθεὶς αἰσχίστως ὑβρισθείη, ἔτι τῆς μάχης συνεστώσης, ἑσπέρας ἤδη προσιούσης, ἀπορρίψας τὸ χλαμύδιον καὶ εἴ τι σχῆμα βασιλικὸν περιέκειτο, λαθὼν ἀποδιδράσκει σὺν ὀλίγοις ἑκατοντάρχαις, οὓς πιστοτάτους ᾤετο, τὸ γένειον ἀποκειράμενος, ὡς μὴ γνωρίζοιτο, ἐσθῆτά τε ὁδοιπορικὴν

λαβὼν καὶ τὴν κεφαλὴν ἀεὶ σκέπων. νύκτωρ τε καὶ μεθ̓ ἡμέραν ὡδοιπόρει, φθάνων τὴν φήμην τῆς ἑαυτοῦ τύχης, τῶν τε ἑκατοντάρχων μεγάλῃ σπουδῇ τὰ ὀχήματα ἐπειγόντων, ὡς ἂν ὑπὸ Μακρίνου ἔτι βασιλεύοντος ἐπί τινα σπουδαῖα πεμφθέντων. ὃ μὲν οὖν ἔφυγεν, ὡς εἴρηται: ὁ δὲ στρατὸς ἑκατέρωθεν ἐμάχοντο, ὑπὲρ τοῦ Μακρίνου οἱ σωματοφύλακες καὶ δορυφόροι, οὓς δὴ πραιτωριανοὺς καλοῦσιν, οἳ γενναίως ἀνθεστήκεσαν παντὶ τῷ ἄλλῳ στρατῷ ἅτε ὄντες μέγιστοί τε καὶ ἐπίλεκτοι: τὸ δὲ ἐπίλοιπον πᾶν πλῆθος ὑπὲρ τοῦ Ἀντωνίνου ἠγωνίζοντο.

ὡς δὲ ἐπὶ πολὺ τὸν Μακρῖνον οὐκ ἔβλεπον οἱ ὑπὲρ αὐτοῦ μαχόμενοι οὐδὲ τὰ τῆς βασιλείας σύμβολα, διηπόρουν δὴ ποῦ ποτὲ ἄρα εἴη, πότερον ἐν τῷ πλήθει τῶν κειμένων ἢ ἀποδρὰς ᾤχετο, ἠγνόουν τε πῶς χρήσονται τῷ πράγματι: οὔτε γὰρ μάχεσθαι ἤθελον ὑπὲρ τοῦ μὴ παρόντος, παραδοῦναί τε αὑτοὺς

ἐκδότους καὶ ὥσπερ αἰχμαλώτους ᾐδοῦντο. ὡς δὲ παρὰ τῶν αὐτομόλων ἐπύθετο Ἀντωνῖνος τὴν τοῦ Μακρίνου φυγήν, πέμψας κήρυκας διδάσκει αὐτοὺς ὅτι μάτην ὑπὲρ ἀνάνδρου καὶ φυγάδος μάχονται, ἄδειάν τε καὶ ἀμνηστίαν ἐνόρκως ὑπισχνεῖται, καλεῖ τε καὶ αὑτὸν δορυφορήσοντας. οἳ μὲν οὖν πεισθέντες προσεχώρησαν, ὁ δὲ Ἀντωνῖνος πέμπει τοὺς διώξοντας

p.134

τὸν Μακρῖνον πολὺ προκεχωρηκότα. ἐν Καλχηδόνι γοῦν τῆς Βιθυνίας κατελήφθη, νοσῶν χαλεπώτατα ὑπό τε τῆς συνεχοῦς ὁδοιπορίας συντετριμμένος. ἔνθα αὐτὸν αὐτὸν εὑρόντες ἔν τινι κρυπτόμενον προαστείῳ οἱ διώκοντες τὴν κεφαλὴν ἀπέτεμον. ἐλέγετο δὲ σπεύδειν ἐς τὴν Ῥώμην, θαρρῶν τῇ τοῦ δήμου περὶ αὐτὸν σπουδῇ. περαιούμενον δ̓ αὐτὸν ἐς τὴν Εὐρώπην διὰ τοῦ στενοῦ τῆς Προποντίδος πορθμοῦ, ἤδη τε τῷ Βυζαντίῳ προσπελάζοντα, φασὶν ἀντιπνοίᾳ χρήσασθαι, ἐπανάγοντος αὐτὸν τοῦ πνεύματος