Ab excessu divi Marci

Herodian

Herodian. Ab excessu divi Marci. Bekker, Immanuel, editor. Leipzig: Teubner, 1855.

ἐπιχωρίου θεοῦ, ᾧ δὴ καλλιερῶν ἐγέγραπτο, πέμψας τε ἐς τὴν Ῥώμην, ἐκέλευσεν ἐν τῷ μεσαιτάτῳ τῆς συγκλήτου τόπῳ ὑψηλοτάτῳ τε τὴν εἰκόνα ἀνατεθῆναι

p.136
ὑπὲρ κεφαλῆς τοῦ ἀγάλματος τῆς νίκης, ὡς συνιόντες ἐς τὸ βουλευτήριον λιβανωτόν τε θυμιῶσιν ἕκαστος καὶ οἴνου σπένδωσι. προσέταξέ τε πάντας τοὺς Ῥωμαίων ἄρχοντας, καὶ εἴ τινες δημοσίας θυσίας ἐπιτελοῦσι, πρὸ τῶν ἄλλων θεῶν οὓς δὴ καλοῦσιν ἱερουργοῦντες, ὀνομάζειν τὸν νέον θεὸν Ἐλαιαγάβαλον. ὡς δὲ ἐς τὴν Ῥώμην ἀφίκετο τῷ προειρημένῳ σχήματι, οὐδὲν παράδοξον εἶδον οἱ Ῥωμαῖοι, τῇ

γραφῇ ἐνειθισμένοι. δοὺς δὲ τὰς συνήθεις τῷ δήμῳ νομὰς ἐπὶ τῇ τῆς βασιλείας διαδοχῇ, φιλοτίμως τε καὶ πολυτελῶς ἐπιτελέσας παντοδαπὰς θέας, νεών τε μέγιστον καὶ κάλλιστον κατασκευάσας τῷ θεῷ, βωμούς τε πλείστους περὶ τὸν νεὼν ἱδρύσας, ἑκάστοτε προϊων ἕωθεν ἑκατόμβας τε ταύρων καὶ προβάτων πολὺ πλῆθος κατέσφαττε τοῖς τε βωμοῖς ἐπετίθει, παντοδαποῖς ἀρώμασι σωρεύων, οἴνου τε τοῦ παλαιοτάτου καὶ καλλίστου πολλοὺς ἀμφορέας τῶν βωμῶν προχέων, ὡς ῥεῖθρα φέρεσθαι οἴνου τε καὶ αἵματος μεμιγμένου.

περί τε τοὺς βωμοὺς ἐχόρευεν ὑπὸ παντοδαποῖς ἤχοις ὀργάνων, γύναιά τε ἐπιχώρια ἐχόρευε σὺν αὐτῷ, περιθέοντα τοῖς βωμοῖς, κύμβαλα ἢ τύμπανα μετὰ χεῖρας φέροντα: περιειστήκειν δὲ πᾶσα ἡ σύγκλητος καὶ τὸ ἱππικὸν τάγμα ἐν θεάτρου σχήματι. τὰ δὲ σπλάγχνα τῶν ἱερουργηθέντων τά τε ἀρώματα ἐν χρυσοῖς σκεύεσιν ὑπὲρ κεφαλῆς οὐκ οἰκέται δή τινες

ἢ εὐτελεῖς ἄνθρωποι ἔφερον, ἀλλ̓ οἵ τ̓ ἔπαρχοι τῶν στρατοπέδων καὶ οἱ ἐν ταῖς μεγίσταις πράξεσιν, ἀνεζωσμένοι μὲν χιτῶνας ποδήρεις καὶ χειριδωτοὺς νόμῳ Φοινίκων, ἐν μέσῳ φέροντες μίαν πορφύραν: ὑποδήμασι δὲ λίνου πεποιημένοις ἐχρῶντο, ὥσπερ οἱ κατ̓ ἐκεῖνα τὰ χωρία προφητεύοντες. ἐδόκει δὲ τιμὴν μεγίστην νέμειν οἷς ἐκοινώνει τῆς ἱερουργίας.

p.137

πλὴν καίτοι χορεύειν ἀεὶ καὶ ἱερουργεῖν δοκῶν, πλείστους ἀπέκτεινε τῶν ἐνδόξων τε καὶ πλουσίων, διαβληθέντας αὐτῷ ὡς ἀπαρεσκομένους καὶ σκώπτοντας αὐτοῦ τὸν βίον. ἠγάγετο δὲ γυναῖκα τὴν εὐγενεστάτην Ῥωμαίων, ἣν σεβαστὴν ἀναγορεύσας μετ̓ ὀλίγον χρόνον ἀπεπέμψατο, ἰδιωτεύειν κελεύσας καὶ τῶν

τιμῶν παρελόμενος. μετ̓ ἐκείνην δὲ προσποιησάμενος ἐρᾶν, ἵνα δὴ καὶ τὰ τῶν ἀνδρῶν πράττειν δοκοίη, παρθένου τῇ Ῥωμαίων Ἑστίᾳ ἱερωμένης ἁγνεύειν τε πρὸς τῶν ἱερῶν νόμων κελευομένης καὶ μέχρι τέλους τοῦ βίου παρθενεύεσθαι, ἀποσπάσας αὐτὴν τῆς Ἑστίας καὶ τοῦ ἱεροῦ παρθενῶνος γυναῖκα ἔθετο, ἐπιστείλας τῇ συγκλήτῳ καὶ παραμυθησάμενος ἀσέβημά τε καὶ ἁμάρτημα τηλικοῦτον, φήσας ἀνθρώπινόν τι πεπονθέναι πάθος: ἔρωτι γὰρ τῆς κόρης ἑαλωκέναι, ἁρμόζοντά τε καὶ σεβάσμιον εἶναι γάμον ἱερέως τε καὶ ἱερείας. πλὴν καὶ ταύτην αὖ μετ̓ οὐ πολὺ ἀπεπέμψατο, τρίτην δὲ πάλιν ἠγάγετο, ἀναφέρουσαν τὸ γένος ἐς Κόμμοδον.

ἔπαιζε δὲ γάμους οὐ μόνον ἀνθρωπείους, ἀλλὰ καὶ τῷ θεῷ, ᾧ ἱεράτευε, γυναῖκα ἐζήτει: καὶ τῆς τε Παλλάδος τὸ ἄγαλμα, ὃ κρυπτὸν καὶ ἀόρατον σέβουσι Ῥωμαῖοι, ἐς τὸν ἑαυτοῦ θάλαμον μετήγαγε: καὶ μὴ κινηθὲν ἐξ οὗπερ ἦλθεν ἀπὸ Ἰλίου, εἰ μὴ ὅτε πυρὶ κατεφλέχθη ὁ νεώς, ἐκίνησεν οὗτος, καὶ πρὸς γάμον