Ab excessu divi Marci
Herodian
Herodian. Ab excessu divi Marci. Bekker, Immanuel, editor. Leipzig: Teubner, 1855.
ταῦτα εἰποῦσα τὸν Ἔκλεκτον μεταπέμπεται: ἔθος δ̓ εἶχεν αὐτῇ προσιέναι ἅτε τοῦ θαλάμου φύλαξ, ἔτι τε καὶ ἐπὶ συνουσίᾳ αὐτοῦ διεβάλλετο. δοῦσα δὲ τὸ γραμματεῖον ὅρα ἔφη ποίαν μέλλομεν παννυχίζειν ἑορτήν. ὁ δὲ Ἔκλεκτος ἀναγνούς τε καὶ ἐκπλαγείς ʽἦν δὲ τὸ γένος Αἰγύπτιος, τολμῆσαί τε ἅμα καὶ δρᾶσαι θυμῷ τε δουλεῦσαι πεφυκώσ̓ κατασημηνάμενος οὖν τὸ γραμματεῖον διά τινος τῶν ἑαυτῷ πιστῶν ἀναγνωσθησόμενον
πέμπει τῷ Λαίτῳ. ὃ δὲ καὶ αὐτὸς ταραχθεὶς ἀφικνεῖται πρὸς Μαρκίαν ὡς δὴ συσκεψόμενος αὐτοῖς περὶ ὧν ἐκέλευσεν ὁ βασιλεὺς καὶ τοῦ
μελλήσεως ἢ ἀναβολῆς. ἀρέσκει δὴ δοῦναι φάρμακον δηλητήριον τῷ Κομμόδῳ, ὑπέσχετο δ̓ αὐτὸ ῥᾷστα δώσειν ἡ Μαρκία: εἰώθει γὰρ αὐτὴ κιρνάναι τε καὶ διδόναι τὴν πρώτην πόσιν, ὡς ἥδιον πίοι παῤ ἐρωμένης. ἐλθόντι δὲ αὐτῷ ἀπὸ τοῦ λουτροῦ ἐμβαλοῦσα ἐς κύλικα τοῦ φαρμάκου, οἴνῳ τε κεράσασα εὐώδει, δίδωσιν. ὃ δ̓ ὡς συνήθη φιλοτησίαν, μετὰ πολλὰ λουτρὰ καὶ γυμνάσια τὰ πρὸς θηρία διψῶν, ἔπιεν
ἀναισθήτως. εὐθέως δὲ κάρος ἐπέπεσεν αὐτῷ, ἐς ὕπνον τε καθελκόμενος, ὑπὸ καμάτου τοῦτο πάσχειν οἰηθεὶς ἀνεπαύσατο. ὁ δὲ Ἔκλεκτος καὶ Μαρκία, πάντας ἀποστῆναι κελεύσαντες ἔς τε τὰ οἰκεῖα ἀπιέναι, ἡσυχίαν δὴ παρεσκεύαζον αὐτῷ. εἰώθει δὲ καὶ ἐπὶ ἄλλων τοῦτο πάσχειν ὁ Κόμμοδος ὑπὸ κραιπάλης: πολλάκις γὰρ λουσάμενος καὶ πολλάκις ἐσθίων οὐδένα καιρὸν εἶχεν ἐς ἀνάπαυσιν ὡρισμένον, ἐπαλλήλοις καὶ διαφόροις συνεχόμενος ἡδοναῖς, αἷς δὴ καταλαβούσῃ
ὥρᾳ καὶ ἄκων ἐδούλευεν. ἐπ̓ ὀλίγον μὲν οὖν ἡσύχασε, περὶ στόμαχον δὲ καὶ κοιλίαν τοῦ φαρμάκου γενομένου ἴλιγγός τε αὐτὸν καταλαμβάνει ἔμετός τε πολὺς ἐπιγίνεται, ἢ τῆς προεγκειμένης τροφῆς ἅμα ποτῷ πολλῷ ἐξωθούσης τὸ φάρμακον, ἢ διὰ τὸ προλαμβανόμενον, ὅπερ εἰώθασι βασιλεῖς ἑκάστοτε πρὸ