Ab excessu divi Marci

Herodian

Herodian. Ab excessu divi Marci. Bekker, Immanuel, editor. Leipzig: Teubner, 1855.

πάσης τροφῆς λαμβάνειν, κώλυμα δηλητηρίων. πλὴν ἀλλὰ πολλοῦ γε τοῦ ἐμέτου ὄντος, φοβηθέντες μὴ πᾶν ἐξεμέσας τὸ φάρμακον ἀνανήψῃ καὶ πάντες ἀπόλωνται, νεανίαν τινὰ ὄνομα Νάρκισσον, γενναῖόν τε καὶ ἀκμαστήν, πείθουσιν εἰσελθόντα τὸν Κόμμοδον ἀποπνῖξαι,

p.35
μεγάλα δώσειν ἔπαθλα ὑποσχόμενοι. ὃ δὲ εἰσδραμὼν παρειμένον αὐτὸν ὑπὸ τοῦ φαρμάκου καὶ μέθης, ἀποσφίγξας τὸν τράχηλον, φονεύει.

τοιούτῳ μὲν τέλει τοῦ βίου ὁ Κόμμοδος ἐχρήσατο, βασιλεύσας ἔτη τρισκαίδεκα μετὰ τὴν τοῦ πατρὸς τελευτήν, εὐγενέστατός τε τῶν πρὸ αὐτοῦ γενομένων βασιλέων, κάλλει τε τῶν καθ̓ ἑαυτὸν ἀνθρώπων εὐπρεπέστατος αὐταρκέστατός τε συμμετρίᾳ σώματος, εἰ δέ τι δεῖ καὶ περὶ ἀνδρείας εἰπεῖν, οὐδενὸς ἥττων εὐστοχίᾳ τε καὶ εὐχειρίᾳ, εἰ μὴ τὴν τούτων εὐμοιρίαν αἰσχροῖς ἐπιτηδεύμασι κατῄσχυνεν, ὡς προείρηται.

Ἀνελόντες δὲ τὸν Κόμμοδον οἱ ἐπιβουλεύσαντες, ὡς ἐν τῷ πρώτῳ συντάγματι τῆς ἱστορίας δεδήλωται, κρύψαι τε τὸ γενόμενον βουλόμενοι, ὡς ἂν τοὺς φυλάσσοντας τὴν βασίλειον αὐλὴν δορυφόρους λάθοιεν, εἱλήσαντες στρωμνῇ τινὶ εὐτελεῖ τὸ σωμάτιον καὶ καταδήσαντες, ἐπιθέντες τε δυσὶν οἰκέταις τῶν πιστῶν ἑαυτοῖς, ἐκπέμπουσιν ὡς δή τι σκεῦος

τῶν ἐκ τοῦ θαλάμου περιττῶν. οἱ δὲ φέροντες διὰ μέσων ἐκφέρουσι τῶν φυλάκων, ὧν οἳ μὲν ἀπὸ μέθης ἐκραιπάλων, οἳ δὲ ἐγρηγορότες κἀκεῖνοι ἐς ὕπνον κατεφέροντο κατεχούσαις τε ταῖς χερσὶ τὰ δοράτια ἐπανεπαύοντο, οἳ δ̓ οὐ πάνυ τὸ ἐκφερόμενον τοῦ θαλάμου, ὅ τι ποτ̓ εἴη, ἐπολυπραγμόνουν, ἐπεὶ μηδὲ αὐτοῖς διέφερε ταῦτ̓ εἰδέναι. τὸ μὲν οὖν σῶμα τοῦ βασιλέως οὕτω κλαπὲν ἐκκομισθέν τε τῆς αὐλείου θύρας νύκτωρ ὀχήματι ἐπιθέντες ἐς τὸ προάστειον

p.36

ἀπέπεμψαν: ὁ δὲ Λαῖτος καὶ Ἔκλεκτος ἅμα τῇ Μαρκίᾳ τὸ πρακτέον ἐβουλεύοντο. ἔδοξε δὲ αὐτοῖς περὶ μὲν τοῦ θανάτου φήμην ἐγκατασπεῖραι, ὅτι δὴ αἰφνιδίως τετελευτήκοι ἀποπληξίας ἐπιπεσούσης: καὶ γὰρ ἐνδεχομένην πίστιν ἕξειν ᾤοντο τὴν φήμην προδιαβεβλημένης τῆς ἀκορέστου καὶ ὑπερβαλλούσης ἐκείνου τροφῆς. πρῶτον δὲ ἔδοξεν αὐτοῖς ἐπιλέξασθαι ἄνδρα πρεσβύτην τινὰ καὶ σώφρονα τὸν διαδεξόμενον τὴν ἀρχήν, ὅπως αὐτοί τε σωθεῖεν καὶ ἀπὸ τῆς πικρᾶς καὶ ἀκολάστου τυραννίδος πάντες ἀναπνεύσειαν. καθ̓ ἑαυτοὺς δὴ ἀναλογιζόμενοι οὐδένα