Ab excessu divi Marci
Herodian
Herodian. Ab excessu divi Marci. Bekker, Immanuel, editor. Leipzig: Teubner, 1855.
τῆς βασιλείας ποιεῖν. ὁ δὲ Κόμμοδος ἀσχάλλων τοὺς μὲν ἀπεπέμψατο, αὐτὸς δὲ ἐπανελθὼν ἐς τὸ δωμάτιον ὡς δὴ καθευδήσων ʽκαὶ γὰρ μεσημβρίας εἰώθει τοῦτο ποιεῖν̓, λαβὼν γραμματεῖον τούτων δὴ τῶν ἐκ φιλύρας ἐς λεπτότητα ἠσκημένων ἐπαλλήλῳ τε ἀνακλάσει ἀμφοτέρωθεν ἐπτυγμένων, γράφει ὅσους χρὴ
τῆς νυκτὸς φονευθῆναι. ὧν πρώτη μὲν ἦν Μαρκία, εἵποντο δὲ Λαῖτός τε καὶ Ἔκλεκτος, ἐπὶ δὲ τούτοις πολὺ πλῆθος τῶν τῆς συγκλήτου πρωτευόντων. τοὺς μὲν γὰρ πρεσβυτέρους καὶ λοιποὺς πατρῴους φίλους ἀποσκευάσασθαι πάντας ἤθελεν, αἰδούμενος ἔχειν αἰσχρῶν ἔργων σεμνοὺς ἐπόπτας: τῶν δὲ πλουσίων τὰς οὐσίας χαρίσασθαι ἐβούλετο μερίσαι τε ἐς τοὺς στρατιώτας καὶ τοὺς μονομαχοῦντας, τοὺς μὲν ἵνα
φυλάττοιεν αὐτόν, τοὺς δὲ ἵνα τέρποιεν. γράψας δὴ γραμματεῖον τίθησιν ἐπὶ τοῦ σκίμποδος, οἰηθεὶς μηδένα ἐκεῖσε εἰσελεύσεσθαι. ἦν δὲ παιδίον πάνυ νήπιον, τούτων δὴ τῶν γυμνῶν μὲν ἐσθῆτος χρυσῷ δὲ καὶ λίθοις πολυτίμοις κεκοσμημένων, οἷς ἀεὶ χαίρουσι Ῥωμαίων οἱ τρυφῶντες. ὑπερηγάπα δὲ Κόμμοδος
τὴν ἐς τὸν παῖδα τοῦ βασιλέως. τὸ δὴ παιδίον τοῦτο ἄλλως ἀθῦρον, προελθόντος τοῦ Κομμόδου ἐπὶ τὰ συνήθη λουτρά τε καὶ κραιπάλας, εἰσδραμὸν ἐς τὸν θάλαμον ὥσπερ εἰώθει, τὸ γραμματεῖον ἐπὶ τοῦ σκίμποδος κείμενον ἀνελόμενον ἵνα δὴ παίζειν ἔχοι, πρόεισι τοῦ οἴκου. κατὰ δέ τινα δαίμονα συνήντα τῇ Μαρκίᾳ. ἣ δέ ʽκαὶ αὐτὴ γὰρ ἔστεργε τὸ παιδίον̓ περιπτύξασα καὶ φιλοῦσα τὸ γραμματεῖον ἀφαιρεῖται, δεδοικυῖα δὴ μή τι τῶν ἀναγκαίων ὑπὸ νηπιότητος ἀγνοοῦν παῖζον διαφθείρῃ. γνωρίσασα δὲ τὴν Κομμόδου χεῖρα, ταύτῃ καὶ μᾶλλον ἐσπούδαζε διεξελθεῖν
τὴν γραφήν. ἐπεὶ δὲ εὗρεν αὐτὸ θανατηφόρον καὶ πρὸ ἁπάντων αὑτήν τε μέλλουσαν τεθνήξεσθαι, Λαῖτόν τε καὶ Ἔκλεκτον ἐπακολουθήσοντας, τῶν τε λοιπῶν τοσοῦτον φόνον, ἀνοιμώξασα καθ̓ ἑαυτήν τε εἰποῦσα εὖ γε ὦ Κόμμοδε: ταῦτα γὰρ χαριστήρια εὐνοίας τε καὶ στοργῆς τῆς ἐμῆς ὕβρεώς τε καὶ παροινίας τῆς σῆς, ἧς ἐτῶν τοσούτων ἠνεσχόμην. ἀλλ̓ οὐ καταπροΐξῃ αὐτὸς μεθύων νηφούσης γυναικός,