Ab excessu divi Marci
Herodian
Herodian. Ab excessu divi Marci. Bekker, Immanuel, editor. Leipzig: Teubner, 1855.
οὕτως ἐπιτήδειον εὕρισκον ὡς Περτίνακα. ἦν δὲ ὁ Περτίναξ τὸ μὲν γένος Ἰταλιώτης, ἐν δὲ πολλαῖς στρατιωτικαῖς τε καὶ πολιτικαῖς εὐδοκιμήσας πράξεσι, πολλὰ δὲ κατὰ Γερμανῶν καὶ τῶν ὑπὸ τὴν ἀνατολὴν βαρβάρων ἐγείρας τρόπαια, μόνος τε περιλειφθεὶς τῶν σεμνῶν πατρῴων τῷ Κομμόδῳ φίλων: ὃν οὐκ ἀπέκτεινε, τῶν Μάρκου ἑταίρων τε καὶ στρατηγῶν ἐντιμότατον γενόμενον, ἢ διὰ σεμνότητα αἰδούμενος ἢ ὡς πένητα τηρήσας. ἦν γὰρ αὐτῷ καὶ τοῦτο μέρος τῶν ἐγκωμίων, ὅτι πλεῖστα πάντων ἐγχειρισθεὶς πάντων οὐσίαν εἶχεν ἐλάττονα.
πρὸς δὴ τοῦτον τὸν Περτίνακα νυκτὸς ἀκμαζούσης πάντων τε ὕπνῳ κατειλημμένων ἀφικνοῦνται ὁ Λαῖτος καὶ ὁ Ἔκλεκτος, ὀλίγους τῶν συνωμοτῶν ἐπαγόμενοι. ἐπιστάντες δὲ αὐτοῦ κεκλεισμένης τῆς οἰκίας ταῖς θύραις διεγείρουσι τὸν φυλάττοντα. ἀνοίξας δὲ ἐκεῖνος καὶ θεασάμενος στρατιώτας ἐφεστῶτας καὶ Λαῖτον, ὃν ᾔδει ἔπαρχον ὄντα, ἐκπλαγεὶς καὶ
ταραχθεὶς εἰσαγγέλλει. ὃ δὲ ἥκειν αὐτοὺς κελεύει, δεινὰ προσδοκώμενα ἑαυτῷ ἑκάστοτε συμβήσεσθαι φάσκων. ἐν τοσαύτῃ γοῦν αὐτόν φασι μεῖναι ψυχῆς
τε, καὶ θαρροῦντι μηδὲ ὠχριάσαντι τῷ προσώπῳ πάλαι μέν φάναι καὶ πάσης νυκτὸς τόδε τὸ τέλος τοῦ βίου εἶχον δἰ ἐλπίδος, μόνος τε τῶν πατρῴων ἔτι περιλειπόμενος φίλων ἐθαύμαζον ἐπ̓ ἐμοὶ Κόμμοδον βραδύνοντα. τί δὴ μέλλετε; ὑμεῖς τε γὰρ δράσετε τὸ κεκελευσμένον, ἐγώ τε πονηρᾶς ἐλπίδος καὶ φόβου συνεχοῦς ἀπαλλάξομαι. πρὸς ταῦτα ὁ
Λαῖτος οὐ παύσῃ ἔφη ἀνάξια σαυτοῦ καὶ τῶν προβεβιωμένων σοι λέγων; οὐ γὰρ ἐπ̓ ὀλέθρῳ τῷ σῷ ἥδε ἡμῶν ἡ ἄφιξις, ἀλλ̓ ἐπὶ σωτηρίᾳ τῇ τε ἡμῶν αὐτῶν καὶ τῆς Ῥωμαίων ἀρχῆς. κεῖται μὲν γὰρ ὁ τύραννος δίκην δοὺς τὴν προσήκουσαν, καὶ ἅπερ αὐτὸς ἡμᾶς