Ab excessu divi Marci
Herodian
Herodian. Ab excessu divi Marci. Bekker, Immanuel, editor. Leipzig: Teubner, 1855.
καταφλέξαν δὲ τὸ πῦρ τόν τε νεὼν καὶ πάντα τὸν περίβολον, ἐπενεμήθη καὶ τὰ πλεῖστα τῆς πόλεως καὶ κάλλιστα ἔργα, ὅτε καὶ τῆς Ἑστίας τοῦ νεὼ καταφλεχθέντος ὑπὸ τοῦ πυρὸς γυμνωθὲν ὤφθη τὸ τῆς Παλλάδος ἄγαλμα, ὃ σέβουσι καὶ κρύπτουσι Ῥωμαῖοι κομισθὲν ἀπὸ Τροίας, ὡς λόγος: ὃ τότε πρῶτον καὶ μετὰ τὴν ἀπ̓ Ἰλίου ἐς Ἰταλίαν ἄφιξιν εἶδον οἱ καθ̓
ἡμᾶς ἄνθρωποι: ἁρπάσασαι γὰρ τὸ ἄγαλμα αἱ τῆς Ἑστίας ἱέρειαι παρθένοι διὰ μέσης τῆς ἱερᾶς ὁδοῦ ἐς τὴν τοῦ βασιλέως αὐλὴν μετεκόμισαν. κατεφλέχθη δὲ καὶ ἄλλα πλεῖστα τῆς πόλεως μέρη κάλλιστα. ἱκανῶν τε ἡμερῶν πάντα ἐπιὸν τὸ πῦρ ἐπεβόσκετο: οὐδὲ πρότερον ἐπαύσατο πρὶν ἢ κατενεχθέντες ὄμβροι ἐπέσχον
αὐτοῦ τὴν ὁρμήν. ὅθεν καὶ τὸ πᾶν ἔργον ἐξεθειάσθη, πιστευόντων κατ̓ ἐκεῖνο καιροῦ τῶν τότε ἀνθρώπων ὅτι γνώμῃ θεῶν καὶ δυνάμει ἤρξατό τε τὸ πῦρ καὶ ἐπαύσατο. συνεβάλλοντο δέ τινες ἐκ τῶν κατειληφότων πολέμων σημεῖον εἶναι τὴν τοῦ νεὼ τῆς εἰρήνης ἀπώλειαν: τὰ γοῦν ἀκολουθήσαντα, ὡς ἐν
πολλῶν δὴ καὶ δεινῶν συνεχῶς κατειληφότων τὴν πόλιν, οὐκέτι ὁ Ῥωμαίων δῆμος μετ̓ εὐνοίας τὸν Κόμμοδον ἐπέβλεπεν, ἀλλὰ καὶ τὰς αἰτίας τῶν ἐπαλλήλων συμφορῶν ἐς τοὺς ἐκείνου ἀκρίτους φόνους καὶ τὰ λοιπὰ τοῦ βίου ἀνέφερεν ἁμαρτήματα. οὐδὲ γὰρ ἐλάνθανε τὰ πραττόμενα πάντας, ἀλλ̓ οὐδὲ αὐτὸς λανθάνειν ἤθελεν, ἃ δὲ πράττων οἴκοι διεβάλλετο,
ταῦτα καὶ δημοσίᾳ δεῖξαι ἐτόλμησεν. ἐς τοσοῦτόν τε μανίας καὶ παροινίας προυχώρησεν ὡς πρῶτον μὲν τὴν πατρῴαν προσηγορίαν παραιτήσασθαι, ἀντὶ δὲ Κομμόδου καὶ Μάρκου υἱοῦ Ἡρακλέα τε καὶ Διὸς υἱὸν αὑτὸν κελεύσας καλεῖσθαι, ἀποδυσάμενός τε τὸ Ῥωμαίων καὶ βασίλειον σχῆμα λεοντῆν ἐπεστρώννυτο, καὶ ῥόπαλον μετὰ χεῖρας φέρων: ἀμφιέννυτό τε ἁλουργεῖς καὶ χρυσοϋφεῖς ἐσθῆτας, ὡς εἶναι καταγέλαστον αὐτὸν ὑφ̓ ἑνὶ σχήματι καὶ θηλειῶν πολυτέλειαν καὶ