Ab excessu divi Marci
Herodian
Herodian. Ab excessu divi Marci. Bekker, Immanuel, editor. Leipzig: Teubner, 1855.
ἡρώων ἰσχὺν μιμούμενον. τοιοῦτος μὲν δὴ προϊὼν ἐφαίνετο, ἤλλαξε δὲ καὶ τῶν ἐνιαυσίων μηνῶν τὰ ὀνόματα, ὅσα μὲν ἀρχαῖα καταλύσας, πάντας δὲ ταῖς ἑαυτοῦ προσηγορίαις ὀνομάσας, ὧν αἱ πλεῖσται ἐς Ἡρακλέα δῆθεν ὡς ἀνδρειότατον ἀνεφέροντο. ἔστησε δὲ καὶ ἀνδριάντας αὑτοῦ κατὰ πᾶσαν τὴν πόλιν, ἀλλὰ μὴν καὶ ἀντικρὺ τοῦ τῆς συγκλήτου συνεδρίου τόξον διηγκυλημένον: ἐβούλετο γὰρ δὴ καὶ τὰς εἰκόνας αὑτῷ φόβον ἀπειλεῖν. τὸν μὲν οὖν ἀνδριάντα μετὰ τὴν ἐκείνου τελευτὴν καθελοῦσα ἡ σύγκλητος ἐλευθερίας εἰκόνα ἱδρύσατο:
ὁ δὲ Κόμμοδος μηκέτι κατέχων ἑαυτοῦ δημοσίᾳ θέας ἐπετέλεσεν, ὑποσχόμενος τά τε θηρία πάντα ἰδίᾳ χειρὶ κατακτενεῖν καὶ τοῖς ἀνδρειοτάτοις τῶν νεανιῶν
μὴ πταίειν. συνῆσαν δὲ παιδεύοντες αὐτὸν Παρθυαίων οἱ τοξικὴν ἀκριβοῦντες καὶ Μαυρουσίων οἱ ἀκοντίζειν ἄριστοι, οὓς πάντας εὐχειρίᾳ ὑπερέβαλλεν. ἐπεὶ δὲ κατέλαβον αἱ τῆς θέας ἡμέραι, τὸ μὲν ἀμφιθέατρον πεπλήρωτο, τῷ δὲ Κομμόδῳ περίδρομος κύκλῳ κατεσκεύαστο, ὡς μὴ συστάδην τοῖς θηρίοις μαχόμενος κινδυνεύοι, ἄνωθεν δὲ καὶ ἐξ ἀσφαλοῦς ἀκοντίζων εὐστοχίας μᾶλλον ἢ ἀνδρείας παρέχοιτο δεῖξιν.
ἐλάφους μὲν οὖν καὶ δορκάδας, ὅσα τε κερασφόρα πλὴν ταύρων, συνθέων αὐτοῖς καὶ καταδιώκων ἔβαλλε, φθάνων τε αὐτῶν τὸν δρόμον καὶ πληγαῖς καιρίαις ἀναιρῶν: λέοντας δὲ καὶ παρδάλεις, ὅσα τε ζῷα γενναῖα, περιθέων ἄνωθεν κατηκόντιζεν. οὐδέ τις εἶδεν ἀκόντιον δεύτερον οὐδὲ τραῦμα ἄλλο πλὴν τοῦ
θανατηφόρου: ἅμα γὰρ τῇ τοῦ ζῴου ὁρμῇ κατά γε μετώπου ἢ κατὰ καρδίας ἔφερε τὴν πληγήν, καὶ οὐδέποτε σκοπὸν ἄλλον ἔσχεν οὐδὲ ἐπ̓ ἄλλο μέρος ἦλθε τὸ ἀκόντιον τοῦ σώματος, ὡς μὴ ἅμα τε τρῶσαι καὶ φονεῦσαι. τὰ δὲ πανταχόθεν ζῷα ἠθροίζετο αὐτῷ.