Ab excessu divi Marci

Herodian

Herodian. Ab excessu divi Marci. Bekker, Immanuel, editor. Leipzig: Teubner, 1855.

ὁ δὲ Κόμμοδος δεδιὼς μὲν τὴν τοῦ δήμου κίνησιν, μή τι καὶ περὶ αὐτὸν νεωτερίσειεν, ὅμως δὲ παρορμησάντων αὐτὸν τῶν οἰκείων κατελθὼν ἐς τὸ ἄστυ, μετὰ πάσης εὐφημίας τε καὶ παραπομπῆς τοῦ δήμου ὑποδεχθεὶς ἐς τὴν βασίλειον ἐπανῆλθεν αὐλήν. πειραθεὶς δὲ τοσούτων κινδύνων ἀπίστως προσεφέρετο πᾶσιν, ἀφειδῶς τε φονεύων καὶ πάσαις διαβολαῖς ῥᾳδίως πιστεύων, μηδέ τινα προσιέμενος τῶν λόγου ἀξίων, ἀλλὰ τῆς μὲν περὶ τὰ καλὰ σπουδῆς ἀπῆγεν ἑαυτόν, δεδούλωντο δὲ πᾶσαν αὐτοῦ τὴν ψυχὴν νύκτωρ τε καὶ μεθ̓ ἡμέραν ἐπάλληλοι καὶ ἀκόλαστοι σώματος

ἡδοναί. καὶ σώφρων μὲν πᾶς καὶ παιδείας κἂν μετρίως μεμυημένος τῆς αὐλῆς ὡς ἐπίβουλος ἐδιώκετο, γελωτοποιοὶ δὲ καὶ τῶν αἰσχίστων ὑποκριταὶ εἶχον αὐτὸν ὑποχείριον. ἁρμάτων τε ἡνιοχείας καὶ θηρίων ἐξ ἀντιστάσεως μάχας ἐπαιδεύετο, τῶν μὲν κολάκων ἐς ἀνδρείας δόξαν αὐτὰ ἀνυμνούντων, τοῦ δὲ ἀπρεπέστερον μετιόντος ἢ βασιλεῖ σώφρονι ἥρμοζεν.

ἐγένοντο δέ τινες κατ̓ ἐκεῖνο καιροῦ καὶ διοσημίαι. ἀστέρες γὰρ ἡμέριοι συνεχῶς ἐβλέποντο, ἕτεροί τε ἐς μῆκος κεχαλασμένοι ὡς ἐν μέσῳ ἀέρι κρέμασθαι δοκεῖν: ζῷά τε παντοῖα καὶ τὴν ἑαυτῶν φύσιν μὴ τηροῦντα σχήμασί τε ἀλλοδαποῖς καὶ μέρεσι σώματος ἀναρμόστοις πολλάκις ἀπεκυήθη. τὸ μέγιστον δὲ δεινόν,

ὃ καὶ τὸν παρόντα καιρὸν ἐλύπησε καὶ πρὸς τὸ μέλλον οἰωνίσματι καὶ φαύλῳ συμβόλῳ χρωμένους

p.27
πάντας ἐτάραξεν: οὔτε γὰρ ὄμβρου προϋπάρξαντος οὔτε νεφῶν ἀθροισθέντων, σεισμοῦ δὲ ὀλίγου προγενομένου γῆς, εἴτε σκηπτοῦ νύκτωρ κατενεχθέντος εἴτε καὶ πυρός ποθεν ἐκ τοῦ σεισμοῦ διαρρυέντος πᾶν τὸ τῆς εἰρήνης τέμενος κατεφλέχθη, μέγιστον καὶ

κάλλιστον γενόμενον τῶν ἐν τῇ πόλει ἔργων. πλουσιώτατον δὲ ἦν πάντων ἱερῶν, δἰ ἀσφάλειαν ἀναθήμασι κεκοσμημένον χρυσοῦ τε καὶ ἀργύρου: ἕκαστος δέ, ἃ εἶχεν, ἐκεῖσε ἐθησαυρίζετο. ἀλλὰ τὸ πῦρ ἐκείνης νυκτὸς πολλοὺς ἐκ πλουσίων πένητας ἐποίησεν. ὅθεν ὠλοφύροντο κοινῇ μὲν πάντες τὰ δημόσια, ἕκαστος δὲ τὰ ἴδια αὑτοῦ.