Hymn 2 to Demeter

Homeric Hymns

Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator

  1. πᾶσα δὲ φύλλοισίν τε καὶ ἄνθεσιν εὐρεῖα χθὼν
  2. ἔβρισʼ· ἣ δὲ κιοῦσα θεμιστοπόλοις βασιλεῦσι
  3. δεῖξεν Τριπτολέμῳ τε Διοκλεῖ τε πληξίππῳ
  4. Εὐμόλπου τε βίῃ Κελεῷ θʼ ἡγήτορι λαῶν
  5. δρησμοσύνην θʼ ἱερῶν καὶ ἐπέφραδεν ὄργια πᾶσι,
  6. Τριπτολέμῳ τε Πολυξείνῳ, ἐπὶ τοῖς δὲ Διοκλεῖ
  7. σεμνά, τά τʼ οὔπως ἔστι παρεξίμεν οὔτε πυθέσθαι
  8. οὔτʼ ἀχέειν· μέγα γάρ τι θεῶν σέβας ἰσχάνει αὐδήν.
  9. ὄλβιος, ὃς τάδʼ ὄπωπεν ἐπιχθονίων ἀνθρώπων·
  10. ὃς δʼ ἀτελὴς ἱερῶν ὅς τʼ ἄμμορος, οὔποθʼ ὁμοίων
  11. αἶσαν ἔχει φθίμενός περ ὑπὸ ζόφῳ ἠερόεντι.
  12. αὐτὰρ ἐπειδὴ πάνθʼ ὑπεθήκατο δῖα θεάων,