Hymn 2 to Demeter

Homeric Hymns

Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator

  1. βάν ῥʼ ἴμεν Οὔλυμπόνδε θεῶν μεθʼ ὁμήγυριν ἄλλων.
  2. ἔνθα δὲ ναιετάουσι παραὶ Διὶ τερπικεραύνῳ
  3. σεμναί τʼ αἰδοῖαι τε· μέγʼ ὄλβιος, ὅν τινʼ ἐκεῖναι
  4. προφρονέως φίλωνται ἐπιχθονίων ἀνθρώπων·
  5. αἶψα δέ οἱ πέμπουσιν ἐφέστιον ἐς μέγα δῶμα
  6. Πλοῦτον, ὃς ἀνθρώποις ἄφενος θνητοῖσι δίδωσιν.
  7. ἀλλʼ ἄγʼ Ἐλευσῖνος θυοέσσης δῆμον ἔχουσα
  8. καὶ Πάρον ἀμφιρύτην Ἀντρῶνά τε πετρήεντα,
  9. πότνια, ἀγλαόδωρʼ, ὡρηφόρε, Δηοῖ ἄνασσα,
  10. αὐτὴ καὶ κούρη περικαλλὴς Περσεφόνεια·
  11. πρόφρονες ἀντʼ ᾠδῆς βίοτον θυμήρεʼ ὄπαζε.
  12. αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομʼ ἀοιδῆς.