Hymn 2 to Demeter

Homeric Hymns

Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator

  1. δεῦρο τέκος, καλέει σε βαρύκτυπος εὐρύοπα Ζεὺς
  2. ἐλθέμεναι μετὰ φῦλα θεῶν, ὑπέδεκτο δὲ τιμὰς
  3. [δωσέμεν, ἅς κʼ ἐθέλῃσθα] μετʼ ἀθανάτοισι θεοῖσι.
  4. [νεῦσε δέ σοι κούρην ἔτεος π]εριτελλομένοιο
  5. [τὴν τριτάτην μὲν μοῖραν ὑπὸ ζόφον ἠ]ερόεντα,
  6. [τὰς δὲ δύω παρὰ σοί τε καὶ ἄλλοις] ἀθανάτοισιν.
  7. [ὣς ἄρʼ ἔφη τελέ]εσθαι· ἑῷ δʼ ἐπένευσε κάρητι.
  8. [ἀλλʼ ἴθι, τέκνον] ἐμόν, καὶ πείθεο, μηδέ τι λίην
  9. [ζηχὲς μεν]έαινε κελαινεφέι Κρονίωνι.
  10. α[ἶψα δὲ κα]ρπὸν ἄεξε φερέσβιον ἀνθρώποισιν.
  11. ὣς ἔφατʼ. οὐδʼ ἀπίθησεν ἐυστέφανος Δημήτηρ·
  12. αἶψα δὲ καρπὸν ἀνῆκεν ἀρουράων ἐριβώλων·